Ορέστης

Από Βικιθήκη
Ὀρέστης
Συγγραφέας:


Ἠλέκτρα

Οὐκ ἔστιν οὐδὲν δεινὸν ὧδ' εἰπεῖν ἔπος
οὐδὲ πάθος οὐδὲ ξυμφορὰ θεήλατος,
ἧς οὐκ ἂν ἄραιτ' ἄχθος ἀνθρώπου φύσις.
Ὁ γὰρ μακάριος κοὐκ ὀνειδίζω τύχας
Διὸς πεφυκώς, ὡς λέγουσι, Τάνταλος   5
κορυφῆς ὑπερτέλλοντα δειμαίνων πέτρον
ἀέρι ποτᾶται· καὶ τίνει ταύτην δίκην,
ὡς μὲν λέγουσιν, ὅτι θεοῖς ἄνθρωπος ὢν
κοινῆς τραπέζης ἀξίωμ' ἔχων ἴσον,
ἀκόλαστον ἔσχε γλῶσσαν, αἰσχίστην νόσον.   10
Οὗτος φυτεύει Πέλοπα, τοῦ δ' Ἀτρεὺς ἔφυ,
ᾧ στέμματα ξήνασ' ἐπέκλωσεν θεὰ
ἔριν, Θυέστῃ πόλεμον ὄντι συγγόνῳ
θέσθαι. Τί τἄρρητ' ἀναμετρήσασθαί με δεῖ;
Ἔδαισε δ' οὖν νιν τέκν' ἀποκτείνας Ἀτρεύς.   15
Ἀτρέως δέ· τὰς γὰρ ἐν μέσῳ σιγῶ τύχας·
Ὁ κλεινός, εἰ δὴ κλεινός, Ἀγαμέμνων ἔφυ
Μενέλεώς τε Κρήσσης μητρὸς Ἀερόπης ἄπο.
Γαμεῖ δ' ὃ μὲν δὴ τὴν θεοῖς στυγουμένην
Μενέλαος Ἑλένην, ὃ δὲ Κλυταιμήστρας λέχος   20
ἐπίσημον εἰς Ἕλληνας Ἀγαμέμνων ἄναξ·
ᾧ παρθένοι μὲν τρεῖς ἔφυμεν ἐκ μιᾶς,
Χρυσόθεμις Ἰφιγένειά τ' Ἠλέκτρα τ' ἐγώ,
ἄρσην δ' Ὀρέστης, μητρὸς ἀνοσιωτάτης,
ἣ πόσιν ἀπείρῳ περιβαλοῦσ' ὑφάσματι   25
ἔκτεινεν· ὧν δ' ἕκατι, παρθένῳ λέγειν
οὐ καλόν· ἐῶ τοῦτ' ἀσαφὲς ἐν κοινῷ σκοπεῖν.
Φοίβου δ' ἀδικίαν μὲν τί δεῖ κατηγορεῖν;
Πείθει δ' Ὀρέστην μητέρ' ἥ σφ' ἐγείνατο
κτεῖναι, πρὸς οὐχ ἅπαντας εὔκλειαν φέρον.   30
Ὅμως δ' ἀπέκτειν' οὐκ ἀπειθήσας θεῷ·   31
Κἀγὼ μετέσχον, οἷα δὴ γυνή, φόνου.
Πυλάδης θ', ὃς ἡμῖν συγκατείργασται τάδε.
Ἐντεῦθεν ἀγρίᾳ συντακεὶς νόσῳ νοσεῖ
τλήμων Ὀρέστης ὅδε πεσὼν ἐν δεμνίοις   35
κεῖται, τὸ μητρὸς δ' αἷμά νιν τροχηλατεῖ
μανίαισιν· ὀνομάζειν γὰρ αἰδοῦμαι θεὰς
εὐμενίδας, αἳ τόνδ' ἐξαμιλλῶνται φόβῳ.
Ἕκτον δὲ δὴ τόδ' ἦμαρ ἐξ ὅτου σφαγαῖς   39
θανοῦσα μήτηρ πυρὶ καθήγνισται δέμας,   40
ὧν οὔτε σῖτα διὰ δέρης ἐδέξατο,
οὐ λούτρ' ἔδωκε χρωτί· χλανιδίων δ' ἔσω
κρυφθείς, ὅταν μὲν σῶμα κουφισθῇ νόσου,
ἔμφρων δακρύει, ποτὲ δὲ δεμνίων ἄπο
πηδᾷ δρομαῖος, πῶλος ὣς ὑπὸ ζυγοῦ.   45
Ἔδοξε δ' Ἄργει τῷδε μήθ' ἡμᾶς στέγαις,
μὴ πυρὶ δέχεσθαι, μήτε προσφωνεῖν τινα
μητροκτονοῦντας· κυρία δ' ἥδ' ἡμέρα,
ἐν ᾗ διοίσει ψῆφον Ἀργείων πόλις,
εἰ χρὴ θανεῖν νὼ λευσίμῳ πετρώματι.   50
Ἢ φάσγανον θήξαντ' ἐπ' αὐχένος βαλεῖν.
Ἐλπίδα δὲ δή τιν' ἔχομεν ὥστε μὴ θανεῖν·   52
ἥκει γὰρ ἐς γῆν Μενέλεως Τροίας ἄπο,
λιμένα δὲ Ναυπλίειον ἐκπληρῶν πλάτῃ
ἀκταῖσιν ὁρμεῖ, δαρὸν ἐκ Τροίας χρόνον   55
ἄλαισι πλαγχθείς· τὴν δὲ δὴ πολύστονον
Ἑλένην, φυλάξας νύκτα, μή τις εἰσιδὼν
μεθ' ἡμέραν στείχουσαν, ὧν ὑπ' Ἰλίῳ
παῖδες τεθνᾶσιν, ἐς πέτρων ἔλθῃ βολάς,
προύπεμψεν ἐς δῶμ' ἡμέτερον· ἔστιν δ' ἔσω   60
κλαίουσ' ἀδελφὴν συμφοράν τε δωμάτων.
Ἔχει δὲ δή τιν' ἀλγέων παραψυχήν·
ἣν γὰρ κατ' οἴκους ἔλιφ', ὅτ' ἐς Τροίαν ἔπλει,
παρθένον ἐμῇ τε μητρὶ παρέδωκεν τρέφειν
Μενέλαος ἀγαγὼν Ἑρμιόνην Σπάρτης ἄπο,   65
ταύτῃ γέγηθε κἀπιλήθεται κακῶν.
Βλέπω δὲ πᾶσαν εἰς ὁδόν, πότ' ὄψομαι
Μενέλαον ἥκονθ'· ὡς τά γ' ἄλλ' ἐπ' ἀσθενοῦς
ῥώμης ὀχούμεθ', ἤν τι μὴ κείνου πάρα
σωθῶμεν. Ἄπορον χρῆμα δυστυχῶν δόμος.   70

Ἑλένη

Ὦ παῖ Κλυταιμήστρας τε καὶ Ἀγαμέμνονος,   71
παρθένε μακρὸν δὴ μῆκος Ἠλέκτρα χρόνου,
πῶς, ὦ τάλαινα, σύ τε κασίγνητός τε σὸς
τλήμων Ὀρέστης μητρὸς ὅδε φονεὺς ἔχει;
Προσφθέγμασιν γὰρ οὐ μιαίνομαι σέθεν,   75
ἐς Φοῖβον ἀναφέρουσα τὴν ἁμαρτίαν.
Καίτοι στένω γε τὸν Κλυταιμήστρας μόρον,
ἐμῆς ἀδελφῆς, ἥν, ἐπεὶ πρὸς Ἴλιον
ἔπλευσ' ὅπως ἔπλευσα θεομανεῖ πότμῳ,
οὐκ εἶδον, ἀπολειφθεῖσα δ' αἰάζω τύχας.   80

Ἠλέκτρα

Ἑλένη, τί σοι λέγοιμ' ἂν ἅ γε παροῦσ' ὁρᾷς;   81
Ἐν συμφοραῖσι τὸν Ἀγαμέμνονος δόμον
ἐγὼ μὲν ἄυπνος πάρεδρος ἀθλίῳ νεκρῷ
νεκρὸς γὰρ οὗτος οὕνεκα σμικρᾶς πνοῆς
θάσσω· τὰ τούτου δ' οὐκ ὀνειδίζω κακά.   85
σὺ δ' εἶ μακαρία μακάριός θ' ὁ σὸς πόσις.
ἥκετον ἐφ' ἡμᾶς ἀθλίως πεπραγότας

Ἑλένη

Πόσον χρόνον δ' ἐν δεμνίοις πέπτωχ' ὅδε;

Ἠλέκτρα

Ἐξ οὗπερ αἷμα γενέθλιον κατήνυσεν.

Ἑλένη

Ὢ μέλεος· ἡ τεκοῦσά θ', ὡς διώλετο.   90

Ἠλέκτρα

Οὕτως ἔχει τάδ', ὥστ' ἀπείρηκεν κακοῖς.

Ἑλένη

Πρὸς θεῶν, πίθοι' ἂν δῆτά μοί τι, παρθένε;

Ἠλέκτρα

Ὡς ἄσχολός γε συγγόνου προσεδρίᾳ.

Ἑλένη

Βούλῃ τάφον μοι πρὸς κασιγνήτης μολεῖν;

Ἠλέκτρα

Μητρὸς κελεύεις τῆς ἐμῆς; Τίνος χάριν;   95

Ἑλένη

Κόμης ἀπαρχὰς καὶ χοὰς φέρουσ' ἐμάς.

Ἠλέκτρα

Σοὶ δ' οὐχὶ θεμιτὸν πρὸς φίλων στείχειν τάφον;

Ἑλένη

Δεῖξαι γὰρ Ἀργείοισι σῶμ' αἰσχύνομαι.

Ἠλέκτρα

Ὀψέ γε φρονεῖς εὖ, τότε λιποῦσ' αἰσχρῶς δόμους.

Ἑλένη

Ὀρθῶς ἔλεξας, οὐ φίλως δ' ἐμοὶ λέγεις.   100

Ἠλέκτρα

Αἰδὼς δὲ δὴ τίς σ' ἐς Μυκηναίους ἔχει;

Ἑλένη

Δέδοικα πατέρας τῶν ὑπ' Ἰλίῳ νεκρῶν.

Ἠλέκτρα

Δεινὸν γάρ· Ἄργει τ' ἀναβοᾷ διὰ στόμα.

Ἑλένη

Σύ νυν χάριν μοι τὸν φόβον λύσασα δός.

Ἠλέκτρα

Οὐκ ἂν δυναίμην μητρὸς ἐσβλέψαι τάφον.   105

Ἑλένη

Αἰσχρόν γε μέντοι προσπόλους φέρειν τάδε.

Ἠλέκτρα

Τί δ' οὐχὶ θυγατρὸς Ἑρμιόνης πέμπεις δέμας;

Ἑλένη

Ἐς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν.

Ἠλέκτρα

Καὶ μὴν τίνοι γ' ἂν τῇ τεθνηκυίᾳ τροφάς.

Ἑλένη

Ὀρθῶς ἔλεξας, πείθομαί τέ σοι, κόρη.   110
Καὶ πέμψομέν γε θυγατέρ'· εὖ γάρ τοι λέγεις.
Ὦ τέκνον, ἔξελθ', Ἑρμιόνη, δόμων πάρος
καὶ λαβὲ χοὰς τάσδ' ἐν χεροῖν κόμας τ' ἐμάς·
Ἐλθοῦσα δ' ἀμφὶ τὸν Κλυταιμήστρας τάφον
μελίκρατ' ἄφες γάλακτος οἰνωπόν τ' ἄχνην,   115
καὶ στᾶσ' ἐπ' ἄκρου χώματος λέξον τάδε·
Ἑλένη σ' ἀδελφὴ ταῖσδε δωρεῖται χοαῖς,
φόβῳ προσελθεῖν μνῆμα σόν, ταρβοῦσά τε
Ἀργεῖον ὄχλον. Πρευμενῆ δ' ἄνωγέ νιν
ἐμοί τε καὶ σοὶ καὶ πόσει γνώμην ἔχειν   120
τοῖν τ' ἀθλίοιν τοῖνδ', οὓς ἀπώλεσεν θεός.
Ἃ δ' εἰς ἀδελφὴν καιρὸς ἐκπονεῖν ἐμέ,
ἅπανθ' ὑπισχνοῦ νερτέρων δωρήματα.
Ἴθ', ὦ τέκνον μοι, σπεῦδε καὶ χοὰς τάφῳ
δοῦσ' ὡς τάχιστα τῆς πάλιν μέμνησ' ὁδοῦ.   125

Ἠλέκτρα

Ὦ φύσις, ἐν ἀνθρώποισιν ὡς μέγ' εἶ κακόν,   126
σωτήριόν τε τοῖς καλῶς κεκτημένοις.
Εἴδετε παρ' ἄκρας ὡς ἀπέθρισεν τρίχας,
σῴζουσα κάλλος; Ἔστι δ' ἡ πάλαι γυνή.
Θεοί σε μισήσειαν, ὥς μ' ἀπώλεσας   130
καὶ τόνδε πᾶσάν θ' Ἑλλάδα. Ὦ τάλαιν' ἐγώ·
αἵδ' αὖ πάρεισι τοῖς ἐμοῖς θρηνήμασι
φίλαι ξυνῳδοί· τάχα μεταστήσουσ' ὕπνου
τόνδ' ἡσυχάζοντ', ὄμμα δ' ἐκτήξουσ' ἐμὸν
δακρύοις, ἀδελφὸν ὅταν ὁρῶ μεμηνότα.   135

Ὦ φίλταται γυναῖκες, ἡσύχῳ ποδὶ
χωρεῖτε, μὴ ψοφεῖτε, μηδ' ἔστω κτύπος.
Φιλία γὰρ ἡ σὴ πρευμενὴς μέν, ἀλλ' ἐμοὶ
τόνδ' ἐξεγεῖραι συμφορὰ γενήσεται.

Χορός

σῖγα σῖγα, λεπτὸν ἴχνος ἀρβύλης   140
τίθετε, μὴ κτυπεῖτ'.

Ἠλέκτρα

ἀποπρὸ βᾶτ' ἐκεῖσ', ἀποπρό μοι κοίτας.

Χορός

Ἰδού, πείθομαι.

Ἠλέκτρα

Ἆ ἆ σύριγγος ὅπως πνοὰ   145
λεπτοῦ δόνακος, ὦ φίλα, φώνει μοι.

Χορός

Ἴδ', ἀτρεμαῖον ὡς ὑπόροφον φέρω
βοάν.

Ἠλέκτρα

Ναί, οὕτως·

Κάταγε κάταγε, πρόσιθ' ἀτρέμας, ἀτρέμας ἴθι·
λόγον ἀπόδος ἐφ' ὅ τι χρέος ἐμόλετέ ποτε.   150
Χρόνια γὰρ πεσὼν ὅδ' εὐνάζεται.

Χορός

Πῶς ἔχει; Λόγου μετάδος, ὦ φίλα·
τίνα τύχαν εἴπω; Τίνα δὲ συμφοράν;

Ἠλέκτρα

Ἔτι μὲν ἐμπνέει, βραχὺ δ' ἀναστένει.   155

Χορός

Τί φῄς; ὦ τάλας.

Ἠλέκτρα

Ὀλεῖς, εἰ βλέφαρα κινήσεις   158
ὕπνου γλυκυτάταν φερομένῳ χάριν.

Χορός

Μέλεος ἐχθίστων θεόθεν ἐργμάτων,   160
τάλας.

Ἠλέκτρα

Φεῦ μόχθων.   162
Ἄδικος ἄδικα τότ' ἄρ' ἔλακεν ἔλακεν, ἀπό-
φονον ὅτ' ἐπὶ τρίποδι Θέμιδος ἄρ' ἐδίκασε
φόνον ὁ Λοξίας ἐμᾶς ματέρος.   165

Χορός

Ὁρᾷς; Ἐν πέπλοισι κινεῖ δέμας.

Ἠλέκτρα

Σὺ γάρ νιν, ὦ τάλαινα,
θωύ̈ξασ' ἔβαλες ἐξ ὕπνου.

Χορός

Εὕδειν μὲν οὖν ἔδοξα.

Ἠλέκτρα

Οὐκ ἀφ' ἡμῶν, οὐκ ἀπ' οἴκων   170
πάλιν ἀνὰ πόδα σὸν εἱλίξεις
μεθεμένα κτύπου;

Χορός

Ὑπνώσσει.

Ἠλέκτρα

Λέγεις εὖ.   173
πότνια, πότνια νύξ,
ὑπνοδότειρα τῶν πολυπόνων βροτῶν,   175
ἐρεβόθεν ἴθι, μόλε μόλε κατάπτερος   178
τὸν Ἀγαμεμνόνιον ἐπὶ δόμον.
Ὑπὸ γὰρ ἀλγέων ὑπό τε συμφορᾶς   180
διοιχόμεθ', οἰχόμεθα. Κτύπον ἠγάγετ'· οὐχὶ σῖγα
σῖγα φυλασσομένα στόματος
ἄνα κέλαδον ἀπὸ λέχεος ἥ-   185
συχον ὕπνου χάριν παρέξεις, φίλα;

Χορός

Θρόει τίς κακῶν τελευτὰ μένει.

Ἠλέκτρα

Θανεῖν <θανεῖν>, τί δ' ἄλλο;
Οὐδὲ γὰρ πόθον ἔχει βορᾶς.

Χορός

Πρόδηλος ἆρ' ὁ πότμος.   190

Ἠλέκτρα

Ἐξέθυσ' ὁ Φοῖβος ἡμᾶς
μέλεον ἀπόφονον αἷμα δοὺς
πατροφόνου ματρός.

Χορός

Δίκᾳ μέν.

Ἠλέκτρα

Καλῶς δ' οὔ.
Ἔκανες ἔθανες, ὦ   195
τεκομένα με μᾶτερ, ἀπὸ δ' ὤλεσας
πατέρα τέκνα τε τάδε σέθεν ἀφ' αἵματος·
Ὀλόμεθ' ἰσονέκυες, ὀλόμεθα.   200
Σύ τε γὰρ ἐν νεκροῖς, τό τ' ἐμὸν οἴχεται
βίου τὸ πλέον μέρος ἐν στοναχαῖσί τε καὶ γόοισι   204
δάκρυσί τ' ἐννυχίοις, ἄγαμος   205
ἐπὶ δ' ἄτεκνος ἅτε βίοτον ἁ
μέλεος ἐς τὸν αἰὲν ἕλκω χρόνον.

Χορός

Ὅρα παροῦσα, παρθέν' Ἠλέκτρα, πέλας,
μὴ κατθανών σε σύγγονος λέληθ' ὅδε·
οὐ γάρ μ' ἀρέσκει τῷ λίαν παρειμένῳ.   210

Ὀρέστης

Ὦ φίλον ὕπνου θέλγητρον, ἐπίκουρον νόσου,   211
ὡς ἡδύ μοι προσῆλθες ἐν δέοντί γε.
Ὦ πότνια Λήθη τῶν κακῶν, ὡς εἶ σοφὴ
καὶ τοῖσι δυστυχοῦσιν εὐκταία θεός.
πόθεν ποτ' ἦλθον δεῦρο; Πῶς δ' ἀφικόμην;   215
Ἀμνημονῶ γάρ, τῶν πρὶν ἀπολειφθεὶς φρενῶν.

Ἠλέκτρα

Ὦ φίλταθ', ὥς μ' ηὔφρανας εἰς ὕπνον πεσών.
Βούλῃ θίγω σου κἀνακουφίσω δέμας;

Ὀρέστης

Λαβοῦ λαβοῦ δῆτ', ἐκ δ' ὄμορξον ἀθλίου
στόματος ἀφρώδη πέλανον ὀμμάτων τ' ἐμῶν.   220

Ἠλέκτρα

Ἰδού· τὸ δούλευμ' ἡδύ, κοὐκ ἀναίνομαι
ἀδέλφ' ἀδελφῇ χειρὶ θεραπεύειν μέλη.

Ὀρέστης

Ὑπόβαλε πλευροῖς πλευρά, καὐχμώδη κόμην
ἄφελε προσώπου· λεπτὰ γὰρ λεύσσω κόραις.

Ἠλέκτρα

Ὦ βοστρύχων πινῶδες ἄθλιον κάρα,   225
ὡς ἠγρίωσαι διὰ μακρᾶς ἀλουσίας.

Ὀρέστης

Κλῖνόν μ' ἐς εὐνὴν αὖθις· ὅταν ἀνῇ νόσος
μανίας, ἄναρθρός εἰμι κἀσθενῶ μέλη.

Ἠλέκτρα

Ἰδού. φίλον τοι τῷ νοσοῦντι δέμνιον,
ἀνιαρὸν ὂν τὸ κτῆμ', ἀναγκαῖον δ' ὅμως.   230

Ὀρέστης

Αὖθίς μ' ἐς ὀρθὸν στῆσον, ἀνακύκλει δέμας·
Δυσάρεστον οἱ νοσοῦντες ἀπορίας ὕπο.

Ἠλέκτρα

Ἦ κἀπὶ γαίας ἁρμόσαι πόδας θέλεις,
χρόνιον ἴχνος θείς; Μεταβολὴ πάντων γλυκύ.

Ὀρέστης

Μάλιστα· δόξαν γὰρ τόδ' ὑγιείας ἔχει.   235
Κρεῖσσον δὲ τὸ δοκεῖν, κἂν ἀληθείας ἀπῇ.

Ἠλέκτρα

Ἄκουε δὴ νῦν, ὦ κασίγνητον κάρα,
ἕως ἐῶσιν εὖ φρονεῖν Ἐρινύες.

Ὀρέστης

Λέξεις τι καινόν· κεἰ μὲν εὖ, χάριν φέρεις·
Εἰ δ' ἐς βλάβην τιν', ἅλις ἔχω τὸ δυστυχεῖν.   240

Ἠλέκτρα

Μενέλαος ἥκει, σοῦ κασίγνητος πατρός,   241
ἐν Ναυπλίᾳ δὲ σέλμαθ' ὥρμισται νεῶν.

Ὀρέστης

Πῶς εἶπας; Ἥκει φῶς ἐμοῖς καὶ σοῖς κακοῖς
ἀνὴρ ὁμογενὴς καὶ χάριτας ἔχων πατρός;

Ἠλέκτρα

Ἥκει τὸ πιστὸν τόδε λόγων ἐμῶν δέχου   245
Ἑλένην ἀγόμενος Τρωικῶν ἐκ τειχέων.

Ὀρέστης

Εἰ μόνος ἐσώθη, μᾶλλον ἂν ζηλωτὸς ἦν·
εἰ δ' ἄλοχον ἄγεται, κακὸν ἔχων ἥκει μέγα.

Ἠλέκτρα

Ἐπίσημον ἔτεκε Τυνδάρεως ἐς τὸν ψόγον
γένος θυγατέρων δυσκλεές τ' ἀν' Ἑλλάδα.   250

Ὀρέστης

Σύ νυν διάφερε τῶν κακῶν· ἔξεστι γάρ·
καὶ μὴ μόνον λέγ', ἀλλὰ καὶ φρόνει τάδε.

Ἠλέκτρα

Οἴμοι, κασίγνητ', ὄμμα σὸν ταράσσεται,
ταχὺς δὲ μετέθου λύσσαν, ἄρτι σωφρονῶν.

Ὀρέστης

Ὦ μῆτερ, ἱκετεύω σε, μὴ 'πίσειέ μοι   255
τὰς αἱματωποὺς καὶ δρακοντώδεις κόρας.
Αὗται γὰρ αὗται πλησίον θρῴσκουσί μου.

Ἠλέκτρα

Μέν', ὦ ταλαίπωρ', ἀτρέμα σοῖς ἐν δεμνίοις·
Ὁρᾷς γὰρ οὐδὲν ὧν δοκεῖς σάφ' εἰδέναι.

Ὀρέστης

Ὦ Φοῖβ', ἀποκτενοῦσί μ' αἱ κυνώπιδες   260
γοργῶπες, ἐνέρων ἱέρεαι, δειναὶ θεαί.

Ἠλέκτρα

Οὔτοι μεθήσω· χεῖρα δ' ἐμπλέξασ' ἐμὴν
σχήσω σε πηδᾶν δυστυχῆ πηδήματα.

Ὀρέστης

Μέθες· μί' οὖσα τῶν ἐμῶν Ἐρινύων
μέσον μ' ὀχμάζεις, ὡς βάλῃς ἐς Τάρταρον.   265

Ἠλέκτρα

Οἲ 'γὼ τάλαινα, τίν' ἐπικουρίαν λάβω,
ἐπεὶ τὸ θεῖον δυσμενὲς κεκτήμεθα;

Ὀρέστης

Δὸς τόξα μοι κερουλκά, δῶρα Λοξίου,   268
Οἷς μ' εἶπ' Ἀπόλλων ἐξαμύνασθαι θεάς,
εἴ μ' ἐκφοβοῖεν μανιάσιν λυσσήμασιν.   270
Βεβλήσεταί τις θεῶν βροτησίᾳ χερί,
εἰ μὴ 'ξαμείψει χωρὶς ὀμμάτων ἐμῶν.
Οὐκ εἰσακούετ'; Οὐχ ὁρᾶθ' ἑκηβόλων
τόξων πτερωτὰς γλυφίδας ἐξορμωμένας;
[274β] Ἆ ἆ·
τί δῆτα μέλλετ'; Ἐξακρίζετ' αἰθέρα   275
πτεροῖς· τὰ Φοίβου δ' αἰτιᾶσθε θέσφατα.
[276β] Ἔα·
τί χρῆμ' ἀλύω, πνεῦμ' ἀνεὶς ἐκ πλευμόνων;
Ποῖ ποῖ ποθ' ἡλάμεσθα δεμνίων ἄπο;
Ἐκ κυμάτων γὰρ αὖθις αὖ γαλήν' ὁρῶ.
Σύγγονε, τί κλαίεις κρᾶτα θεῖσ' ἔσω πέπλων;   280
Αἰσχύνομαί σε, μεταδιδοὺς πόνων ἐμῶν
ὄχλον τε παρέχων παρθένῳ νόσοις ἐμαῖς.
Μὴ τῶν ἐμῶν ἕκατι συντήκου κακῶν·
σὺ μὲν γὰρ ἐπένευσας τάδ', εἴργασται δ' ἐμοὶ
μητρῷον αἷμα· Λοξίᾳ δὲ μέμφομαι,   285
ὅστις μ' ἐπάρας ἔργον ἀνοσιώτατον,
τοῖς μὲν λόγοις ηὔφρανε, τοῖς δ' ἔργοισιν οὔ.
Οἶμαι δὲ πατέρα τὸν ἐμόν, εἰ κατ' ὄμματα
ἐξιστόρουν νιν, μητέρ' εἰ κτεῖναι χρεών,
πολλὰς γενείου τοῦδ' ἂν ἐκτεῖναι λιτὰς   290
μήποτε τεκούσης ἐς σφαγὰς ὦσαι ξίφος,
εἰ μήτ' ἐκεῖνος ἀναλαβεῖν ἔμελλε φῶς,
ἐγώ θ' ὁ τλήμων τοιάδ' ἐκπλήσειν κακά.
Καὶ νῦν ἀνακάλυπτ', ὦ κασιγνήτη, κάρα,   294
ἐκ δακρύων τ' ἄπελθε, κεἰ μάλ' ἀθλίως   295
ἔχομεν. Ὅταν δὲ τἄμ' ἀθυμήσαντ' ἴδῃς,
σύ μου τὸ δεινὸν καὶ διαφθαρὲν φρενῶν
ἴσχναινε παραμυθοῦ θ'· ὅταν δὲ σὺ στένῃς,
ἡμᾶς παρόντας χρή σε νουθετεῖν φίλα·
ἐπικουρίαι γὰρ αἵδε τοῖς φίλοις καλαί.   300
Ἀλλ', ὦ τάλαινα, βᾶσα δωμάτων ἔσω
ὕπνῳ τ' ἄυπνον βλέφαρον ἐκταθεῖσα δός,
σίτων τ' ὄρεξαι λουτρά τ' ἐπιβαλοῦ χροί̈.
Εἰ γὰρ προλείψεις ἢ προσεδρείᾳ νόσον
κτήσῃ τιν', οἰχόμεσθα· σὲ γὰρ ἔχω μόνην   305
ἐπίκουρον, ἄλλων, ὡς ὁρᾷς, ἔρημος ὤν.

Ἠλέκτρα

Οὐκ ἔστι· σὺν σοὶ καὶ θανεῖν αἱρήσομαι   307
καὶ ζῆν· ἔχει γὰρ ταὐτόν· ἢν σὺ κατθάνῃς,
γυνὴ τί δράσω; Πῶς μόνη σωθήσομαι,
ἀνάδελφος ἀπάτωρ ἄφιλος; Εἰ δὲ σοὶ δοκεῖ,   310
δρᾶν χρὴ τάδ'. Ἀλλὰ κλῖνον εἰς εὐνὴν δέμας,
καὶ μὴ τὸ ταρβοῦν κἀκφοβοῦν σ' ἐκ δεμνίων
ἄγαν ἀποδέχου, μένε δ' ἐπὶ στρωτοῦ λέχους.
Κἂν μὴ νοσῇς γάρ, ἀλλὰ δοξάζῃς νοσεῖν,
κάματος βροτοῖσιν ἀπορία τε γίγνεται.   315

Χορός

Αἰαῖ,   316
δρομάδες ὦ πτεροφόροι
ποτνιάδες θεαί,
ἀβάκχευτον αἳ θίασον ἐλάχετ' ἐν
δάκρυσι καὶ γόοις,   320
μελάγχρωτες εὐμενίδες, αἵτε τὸν
ταναὸν αἰθέρ' ἀμπάλλεσθ', αἵματος
τινύμεναι δίκαν, τινύμεναι φόνον,
καθικετεύομαι καθικετεύομαι,
τὸν Ἀγαμέμνονος   325
γόνον ἐάσατ' ἐκλαθέσθαι λύσσας
μανιάδος φοιταλέου. Φεῦ μόχθων,
οἵων, ὦ τάλας, ὀρεχθεὶς ἔρρεις,
τρίποδος ἄπο φάτιν, ἃν ὁ Φοῖβος ἔλακε, δε-
ξάμενος ἀνὰ δάπεδον,   330
ἵνα μεσόμφαλοι λέγονται μυχοί.

Ἰὼ Ζεῦ,   332
τίς ἔλεος, τίς ὅδ' ἀγὼν
φόνιος ἔρχεται,
θοάζων σε τὸν μέλεον, ᾧ δάκρυα   335
δάκρυσι συμβάλλει
πορεύων τις ἐς δόμον ἀλαστόρων
ματέρος αἷμα σᾶς, ὅ σ' ἀναβακχεύει;
Ὁ μέγας ὄλβος οὐ μόνιμος ἐν βροτοῖς·   340
κατολοφύρομαι κατολοφύρομαι.   339
Ἀνὰ δὲ λαῖφος ὥς   341
τις ἀκάτου θοᾶς τινάξας δαίμων
κατέκλυσεν δεινῶν πόνων ὡς πόντου
λάβροις ὀλεθρίοισιν ἐν κύμασιν.
Τίνα γὰρ ἔτι πάρος οἶκον ἕτερον ἢ τὸν ἀπὸ   345
θεογόνων γάμων,
τὸν ἀπὸ Ταντάλου, σέβεσθαί με χρή;

Καὶ μὴν βασιλεὺς ὅδε δὴ στείχει,   348
Μενέλαος ἄναξ, πολλῇ ἁβροσύνῃ
δῆλος ὁρᾶσθαι   350
τῶν Τανταλιδῶν ἐξ αἵματος ὤν.
Ὦ χιλιόναυν στρατὸν ὁρμήσας
ἐς γῆν Ἀσίαν,
χαῖρ', εὐτυχίᾳ δ' αὐτὸς ὁμιλεῖς,
θεόθεν πράξας ἅπερ ηὔχου.   355

Μενέλαος

Ὦ δῶμα, τῇ μέν σ' ἡδέως προσδέρκομαι   356
Τροίαθεν ἐλθών, τῇ δ' ἰδὼν καταστένω·
κύκλῳ γὰρ εἱλιχθεῖσαν ἀθλίως κακοῖς
οὐπώποτ' ἄλλην μᾶλλον εἶδον ἑστίαν.
Ἀγαμέμνονος μὲν γὰρ τύχας ἠπιστάμην   360
καὶ θάνατον, οἵῳ πρὸς δάμαρτος ὤλετο,
Μαλέᾳ προσίσχων πρῷραν· ἐκ δὲ κυμάτων
ὁ ναυτίλοισι μάντις ἐξήγγειλέ μοι
Νηρέως προφήτης Γλαῦκος, ἀψευδὴς θεός,
ὅς μοι τόδ' εἶπεν ἐμφανῶς κατασταθείς·   365
Μενέλαε, κεῖται σὸς κασίγνητος θανών,
λουτροῖσιν ἀλόχου περιπεσὼν πανυστάτοις.
Δακρύων δ' ἔπλησεν ἐμέ τε καὶ ναύτας ἐμοὺς
πολλῶν. Ἐπεὶ δὲ Ναυπλίας ψαύω χθονός,
ἤδη δάμαρτος ἐνθάδ' ἐξορμωμένης,   370
δοκῶν Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
φίλαισι χερσὶ περιβαλεῖν καὶ μητέρα,
ὡς εὐτυχοῦντας, ἔκλυον ἁλιτύπων τινὸς
τῆς Τυνδαρείας παιδὸς ἀνόσιον φόνον.
Καὶ νῦν ὅπου 'στὶν εἴπατ', ὦ νεάνιδες,   375
Ἀγαμέμνονος παῖς, ὃς τὰ δείν' ἔτλη κακά.
Βρέφος γὰρ ἦν τότ' ἐν Κλυταιμήστρας χεροῖν,
ὅτ' ἐξέλειπον μέλαθρον ἐς Τροίαν ἰών,
ὥστ' οὐκ ἂν αὐτὸν γνωρίσαιμ' ἂν εἰσιδών.

Ὀρέστης

Ὃδ' εἴμ' Ὀρέστης, Μενέλεως, ὃν ἱστορεῖς.   380
Ἑκὼν ἐγώ σοι τἀμὰ μηνύσω κακά.
Τῶν σῶν δὲ γονάτων πρωτόλεια θιγγάνω
ἱκέτης, ἀφύλλου στόματος ἐξάπτων λιτάς·
σῷσόν μ'· ἀφῖξαι δ' αὐτὸς ἐς καιρὸν κακῶν.

Μενέλαος

Ὦ θεοί, τί λεύσσω; Τίνα δέδορκα νερτέρων;   385

Ὀρέστης

Εὖ γ' εἶπας· οὐ γὰρ ζῶ κακοῖς, φάος δ' ὁρῶ.

Μενέλαος

Ὡς ἠγρίωσαι πλόκαμον αὐχμηρόν, τάλας.

Ὀρέστης

Οὐχ ἡ πρόσοψίς μ', ἀλλὰ τἄργ' αἰκίζεται.

Μενέλαος

Δεινὸν δὲ λεύσσεις ὀμμάτων ξηραῖς κόραις.

Ὀρέστης

Τὸ σῶμα φροῦδον· τὸ δ' ὄνομ' οὐ λέλοιπέ μοι.   390

Μενέλαος

Ὦ παρὰ λόγον μοι σὴ φανεῖσ' ἀμορφία.

Ὀρέστης

Ὅδ' εἰμὶ μητρὸς τῆς ταλαιπώρου φονεύς.

Μενέλαος

Ἤκουσα, φείδου δ'· ὀλιγάκις λέγειν κακά.

Ὀρέστης

Φειδόμεθ'· ὁ δαίμων δ' ἐς ἐμὲ πλούσιος κακῶν.

Μενέλαος

Τί χρῆμα πάσχεις; Τίς σ' ἀπόλλυσιν νόσος;   395

Ὀρέστης

Ἡ σύνεσις, ὅτι σύνοιδα δείν' εἰργασμένος.

Μενέλαος

Πῶς φῄς; Σοφόν τοι τὸ σαφές, οὐ τὸ μὴ σαφές.

Ὀρέστης

Λύπη μάλιστά γ' ἡ διαφθείρουσά με

Μενέλαος

Δεινὴ γὰρ ἡ θεός, ἀλλ' ὅμως ἰάσιμος.

Ὀρέστης

Μανίαι τε, μητρὸς αἵματος τιμωρίαι.   400

Μενέλαος

Ἤρξω δὲ λύσσης πότε; Τίς ἡμέρα τότ' ἦν;

Ὀρέστης

Ἐν ᾗ τάλαιναν μητέρ' ἐξώγκουν τάφῳ.

Μενέλαος

Πότερα κατ' οἴκους ἢ προσεδρεύων πυρᾷ;

Ὀρέστης

Νυκτὸς φυλάσσων ὀστέων ἀναίρεσιν.

Μενέλαος

Παρῆν τις ἄλλος, ὃς σὸν ὤρθευεν δέμας;   405

Ὀρέστης

Πυλάδης, ὁ συνδρῶν αἷμα καὶ μητρὸς φόνον.

Μενέλαος

Ἐκ φασμάτων δὲ τάδε νοσεῖς· ποίων ὕπο;

Ὀρέστης

Ἔδοξ' ἰδεῖν τρεῖς νυκτὶ προσφερεῖς κόρας.

Μενέλαος

Οἶδ' ἃς ἔλεξας, ὀνομάσαι δ' οὐ βούλομαι.

Ὀρέστης

Σεμναὶ γάρ· εὐπαίδευτα δ' ἀπετρέπου λέγειν.   410

Μενέλαος

Αὗταί σε βακχεύουσι συγγενῆ φόνον;

Ὀρέστης

Οἴμοι διωγμῶν, οἷς ἐλαύνομαι τάλας.

Μενέλαος

Οὐ δεινὰ πάσχειν δεινὰ τοὺς εἰργασμένους.

Ὀρέστης

Ἀλλ' ἔστιν ἡμῖν ἀναφορὰ τῆς συμφορᾶς.

Μενέλαος

Μὴ θάνατον εἴπῃς· τοῦτο μὲν γὰρ οὐ σοφόν.   415

Ὀρέστης

Φοῖβος, κελεύσας μητρὸς ἐκπρᾶξαι φόνον.

Μενέλαος

Ἀμαθέστερός γ' ὢν τοῦ καλοῦ καὶ τῆς δίκης.

Ὀρέστης

Δουλεύομεν θεοῖς, ὅ τι ποτ' εἰσὶν οἱ θεοί.

Μενέλαος

Κᾆτ' οὐκ ἀμύνει Λοξίας τοῖς σοῖς κακοῖς;

Ὀρέστης

Μέλλει· τὸ θεῖον δ' ἐστὶ τοιοῦτον φύσει.   420

Μενέλαος

Πόσον χρόνον δὲ μητρὸς οἴχονται πνοαί;

Ὀρέστης

Ἕκτον τόδ' ἦμαρ· ἔτι πυρὰ θερμὴ τάφου.

Μενέλαος

Ὡς ταχὺ μετῆλθόν σ' αἷμα μητέρος θεαί.

Ὀρέστης

Οὐ σοφός, ἀληθὴς δ' ἐς φίλους <ἔφυν φίλος.>

Μενέλαος

Πατρὸς δὲ δή τι σ' ὠφελεῖ τιμωρία;   425

Ὀρέστης

Οὔπω· τὸ μέλλον δ' ἴσον ἀπραξίᾳ λέγω.

Μενέλαος

Τὰ πρὸς πόλιν δὲ πῶς ἔχεις δράσας τάδε;

Ὀρέστης

Μισούμεθ' οὕτως ὥστε μὴ προσεννέπειν.

Μενέλαος

Οὐδ' ἥγνισαι σὸν αἷμα κατὰ νόμον χεροῖν;

Ὀρέστης

Ἐκκλῄομαι γὰρ δωμάτων ὅποι μόλω.   430

Μενέλαος

Τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς;

Ὀρέστης

Οἴαξ, τὸ Τροίας μῖσος ἀναφέρων πατρί.

Μενέλαος

Συνῆκα· Παλαμήδους σε τιμωρεῖ φόνου.

Ὀρέστης

Οὗ γ' οὐ μετῆν μοι· διὰ τριῶν δ' ἀπόλλυμαι.

Μενέλαος

Τίς δ' ἄλλος; Ἦ που τῶν ἀπ' Αἰγίσθου φίλων;   435

Ὀρέστης

Οὗτοί μ' ὑβρίζουσ', ὧν πόλις τὰ νῦν κλύει.

Μενέλαος

Ἀγαμέμνονος δὲ σκῆπτρ' ἐᾷ σ' ἔχειν πόλις;

Ὀρέστης

Πῶς, οἵτινες ζῆν οὐκ ἐῶσ' ἡμᾶς ἔτι;

Μενέλαος

Τί δρῶντες ὅ τι καὶ σαφὲς ἔχεις εἰπεῖν ἐμοί;

Ὀρέστης

Ψῆφος καθ' ἡμῶν οἴσεται τῇδ' ἡμέρᾳ.   440

Μενέλαος

Φεύγειν πόλιν τήνδ'; Ἢ θανεῖν ἢ μὴ θανεῖν;

Ὀρέστης

Θανεῖν ὑπ' ἀστῶν λευσίμῳ πετρώματι.

Μενέλαος

Κᾆτ' οὐχὶ φεύγεις γῆς ὑπερβαλὼν ὅρους;

Ὀρέστης

Κύκλῳ γὰρ εἱλισσόμεθα παγχάλκοις ὅπλοις.

Μενέλαος

Ἰδίᾳ πρὸς ἐχθρῶν ἢ πρὸς Ἀργείας χερός;   445

Ὀρέστης

Πάντων πρὸς ἀστῶν, ὡς θάνω· βραχὺς λόγος.

Μενέλαος

Ὦ μέλεος, ἥκεις συμφορᾶς ἐς τοὔσχατον.

Ὀρέστης

Ἐς σὲ ἐλπὶς ἡμὴ καταφυγὰς ἔχει κακῶν.   448
Ἀλλ' ἀθλίως πράσσουσιν εὐτυχὴς μολὼν
μετάδος φίλοισι σοῖσι σῆς εὐπραξίας,   450
καὶ μὴ μόνος τὸ χρηστὸν ἀπολαβὼν ἔχε,
ἀλλ' ἀντιλάζου καὶ πόνων ἐν τῷ μέρει,
χάριτας πατρῴας ἐκτίνων ἐς οὕς σε δεῖ.
Ὄνομα γάρ, ἔργον δ' οὐκ ἔχουσιν οἱ φίλοι
οἱ μὴ 'πὶ ταῖσι συμφοραῖς ὄντες φίλοι.   455

Χορός

Καὶ μὴν γέροντι δεῦρ' ἁμιλλᾶται ποδὶ
ὁ Σπαρτιάτης Τυνδάρεως, μελάμπεπλος
κουρᾷ τε θυγατρὸς πενθίμῳ κεκαρμένος.

Ὀρέστης

Ἀπωλόμην, Μενέλαε· Τυνδάρεως ὅδε   459
στείχει πρὸς ἡμᾶς, οὗ μάλιστ' αἰδώς μ' ἔχει   460
ἐς ὄμματ' ἐλθεῖν τοῖσιν ἐξειργασμένοις.
Καὶ γάρ μ' ἔθρεψε σμικρὸν ὄντα, πολλὰ δὲ
φιλήματ' ἐξέπλησε, τὸν Ἀγαμέμνονος
παῖδ' ἀγκάλαισι περιφέρων, Λήδα θ' ἅμα,
τιμῶντέ μ' οὐδὲν ἧσσον ἢ Διοσκόρω·   465
οἷς, ὦ τάλαινα καρδία ψυχή τ' ἐμή,
ἀπέδωκ' ἀμοιβὰς οὐ καλάς. Τίνα σκότον
λάβω προσώπῳ; Ποῖον ἐπίπροσθεν νέφος
θῶμαι, γέροντος ὀμμάτων φεύγων κόρας;

Τυνδάρεως

Ποῦ ποῦ θυγατρὸς τῆς ἐμῆς ἴδω πόσιν,   470
Μενέλαον; Ἐπὶ γὰρ τῷ Κλυταιμήστρας τάφῳ
χοὰς χεόμενος ἔκλυον ὡς ἐς Ναυπλίαν
ἥκοι σὺν ἀλόχῳ πολυετὴς σεσῳσμένος.
Ἄγετέ με· πρὸς γὰρ δεξιὰν αὐτοῦ θέλω
στὰς ἀσπάσασθαι, χρόνιος εἰσιδὼν φίλον.   475

Μενέλαος

Ὦ πρέσβυ, χαῖρε, Ζηνὸς ὁμόλεκτρον κάρα.

Τυνδάρεως

Ὦ χαῖρε καὶ σύ, Μενέλεως, κήδευμ' ἐμόν.
ἔα· τὸ μέλλον ὡς κακὸν τὸ μὴ εἰδέναι.
Ὁ μητροφόντης ὅδε πρὸ δωμάτων δράκων
στίλβει νοσώδεις ἀστραπάς, στύγημ' ἐμόν.   480
Μενέλαε, προσφθέγγῃ νιν, ἀνόσιον κάρα;

Μενέλαος

Τί γάρ; Φίλου μοι πατρός ἐστιν ἔκγονος.

Τυνδάρεως

Κείνου γὰρ ὅδε πέφυκε, τοιοῦτος γεγώς;

Μενέλαος

Πέφυκεν· εἰ δὲ δυστυχεῖ, τιμητέος.

Τυνδάρεως

Βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις.   485

Μενέλαος

Ἑλληνικόν τοι τὸν ὁμόθεν τιμᾶν ἀεί.

Τυνδάρεως

Καὶ τῶν νόμων γε μὴ πρότερον εἶναι θέλειν.

Μενέλαος

Πᾶν τοὐξ ἀνάγκης δοῦλόν ἐστ' ἐν τοῖς σοφοῖς.

Τυνδάρεως

Κέκτησό νυν σὺ τοῦτ', ἐγὼ δ' οὐ κτήσομαι.

Μενέλαος

Ὀργὴ γὰρ ἅμα σου καὶ τὸ γῆρας οὐ σοφόν.   490

Τυνδάρεως

Πρὸς τόνδ' ἀγὼν τίς ἀσοφίας ἥκει πέρι;   491
Εἰ τὰ καλὰ πᾶσι φανερὰ καὶ τὰ μὴ καλά,
τούτου τίς ἀνδρῶν ἐγένετ' ἀσυνετώτερος,
ὅστις τὸ μὲν δίκαιον οὐκ ἐσκέψατο
οὐδ' ἦλθεν ἐπὶ τὸν κοινὸν Ἑλλήνων νόμον;   495
Ἐπεὶ γὰρ ἐξέπνευσεν Ἀγαμέμνων βίον
πληγεὶς θυγατρὸς τῆς ἐμῆς ὑπὲρ κάρα ,
αἴσχιστον ἔργον οὐ γὰρ αἰνέσω ποτέ   499
χρῆν αὐτὸν ἐπιθεῖναι μὲν αἵματος δίκην,   500
ὁσίαν διώκοντ', ἐκβαλεῖν τε δωμάτων
μητέρα· τὸ σῶφρόν τ' ἔλαβεν ἀντὶ συμφορᾶς
καὶ τοῦ νόμου τ' ἂν εἴχετ' εὐσεβής τ' ἂν ἦν.
Νῦν δ' ἐς τὸν αὐτὸν δαίμον' ἦλθε μητέρι.
Κακὴν γὰρ αὐτὴν ἐνδίκως ἡγούμενος,   505
αὐτὸς κακίων μητέρ' ἐγένετο κτανών.
Ἐρήσομαι δέ, Μενέλεως, τοσόνδε σε·
εἰ τόνδ' ἀποκτείνειεν ὁμόλεκτρος γυνή,
χὡ τοῦδε παῖς αὖ μητέρ' ἀνταποκτενεῖ,
κἄπειθ' ὁ κείνου γενόμενος φόνῳ φόνον   510
λύσει, πέρας δὴ ποῖ κακῶν προβήσεται;
Καλῶς ἔθεντο ταῦτα πατέρες οἱ πάλαι·
ἐς ὀμμάτων μὲν ὄψιν οὐκ εἴων περᾶν
οὐδ' εἰς ἀπάντημ', ὅστις αἷμ' ἔχων κυροῖ,
φυγαῖσι δ' ὁσιοῦν, ἀνταποκτείνειν δὲ μή.   515
Αἰεὶ γὰρ εἷς ἔμελλ' ἐνέξεσθαι φόνῳ,
τὸ λοίσθιον μίασμα λαμβάνων χεροῖν.
Ἐγὼ δὲ μισῶ μὲν γυναῖκας ἀνοσίους,
πρώτην δὲ θυγατέρ', ἣ πόσιν κατέκτανεν·
Ἑλένην τε, τὴν σὴν ἄλοχον, οὔποτ' αἰνέσω   520
οὐδ' ἂν προσείποιμ'· οὐδὲ σὲ ζηλῶ, κακῆς
γυναικὸς ἐλθόνθ' οὕνεκ' ἐς Τροίας πέδον.
Ἀμυνῶ δ', ὅσονπερ δυνατός εἰμι, τῷ νόμῳ,
τὸ θηριῶδες τοῦτο καὶ μιαιφόνον
παύων, ὃ καὶ γῆν καὶ πόλεις ὄλλυσ' ἀεί.   525
Ἐπεὶ τίν' εἶχες, ὦ τάλας, ψυχὴν τότε,
ὅτ' ἐξέβαλλε μαστὸν ἱκετεύουσά σε
μήτηρ; Ἐγὼ μὲν οὐκ ἰδὼν τἀκεῖ κακά,
δακρύοις γέροντ' ὀφθαλμὸν ἐκτήκω τάλας.
Ἓν <δ'> οὖν λόγοισι τοῖς ἐμοῖς ὁμορροθεῖ·   530
μισῇ γε πρὸς θεῶν καὶ τίνεις μητρὸς δίκας,
μανίαις ἀλαίνων καὶ φόβοις. Τί μαρτύρων
ἄλλων ἀκούειν δεῖ μ', ἅ γ' εἰσορᾶν πάρα;
Ὡς οὖν ἂν εἰδῇς, Μενέλεως, τοῖσιν θεοῖς
μὴ πρᾶσσ' ἐναντί', ὠφελεῖν τοῦτον θέλων,   535
ἔα δ' ὑπ' ἀστῶν καταφονευθῆναι πέτροις,
ἢ μὴ 'πίβαινε Σπαρτιάτιδος χθονός.
Θυγάτηρ δ' ἐμὴ θανοῦσ' ἔπραξεν ἔνδικα·
ἀλλ' οὐχὶ πρὸς τοῦτ' εἰκὸς ἦν αὐτὴν θανεῖν.
Ἐγὼ δὲ τἄλλα μακάριος πέφυκ' ἀνήρ,   540
πλὴν ἐς θυγατέρας· τοῦτο δ' οὐκ εὐδαιμονῶ.

Χορός

Ζηλωτὸς ὅστις εὐτύχησεν ἐς τέκνα
καὶ μὴ 'πισήμους συμφορὰς ἐκτήσατο.

Ὀρέστης

Ὦ γέρον, ἐγώ τοι πρὸς σὲ δειμαίνω λέγειν,   544
ὅπου σὲ μέλλω σήν τε λυπήσειν φρένα.   545
Ἐγᾦδ', ἀνόσιός εἰμι μητέρα κτανών,
ὅσιος δέ γ' ἕτερον ὄνομα, τιμωρῶν πατρί.
Ἀπελθέτω δὴ τοῖς λόγοισιν ἐκποδὼν
τὸ γῆρας ἡμῖν τὸ σόν, ὅ μ' ἐκπλήσσει λόγου,
καὶ καθ' ὁδὸν εἶμι· νῦν δὲ σὴν ταρβῶ τρίχα.   550
Τί χρῆν με δρᾶσαι; Δύο γὰρ ἀντίθες δυοῖν·
πατὴρ μὲν ἐφύτευσέν με, σὴ δ' ἔτικτε παῖς,
τὸ σπέρμ' ἄρουρα παραλαβοῦσ' ἄλλου πάρα·
ἄνευ δὲ πατρὸς τέκνον οὐκ εἴη ποτ' ἄν.
Ἐλογισάμην οὖν τῷ γένους ἀρχηγέτῃ   555
μᾶλλόν με φῦναι τῆς ὑποστάσης τροφάς.
Ἡ σὴ δὲ θυγάτηρ μητέρ' αἰδοῦμαι λέγειν
ἰδίοισιν ὑμεναίοισι κοὐχὶ σώφροσιν
ἐς ἀνδρὸς ᾔει λέκτρ'· ἐμαυτόν, ἢν λέγω
κακῶς ἐκείνην, ἐξερῶ· λέξω δ' ὅμως.   560
Αἴγισθος ἦν ὁ κρυπτὸς ἐν δόμοις πόσις.
Τοῦτον κατέκτειν', ἐπὶ δ' ἔθυσα μητέρα,
ἀνόσια μὲν δρῶν, ἀλλὰ τιμωρῶν πατρί.
Ἐφ' οἷς δ' ἀπειλεῖς ὡς πετρωθῆναί με χρή,
ἄκουσον ὡς ἅπασαν Ἑλλάδ' ὠφελῶ.   565
Εἰ γὰρ γυναῖκες ἐς τόδ' ἥξουσιν θράσους,
ἄνδρας φονεύειν, καταφυγὰς ποιούμεναι
ἐς τέκνα, μαστοῖς τὸν ἔλεον θηρώμεναι,
παρ' οὐδὲν αὐταῖς ἦν ἂν ὀλλύναι πόσεις
ἐπίκλημ' ἐχούσαις ὅ τι τύχοι. Δράσας δ' ἐγὼ   570
δείν', ὡς σὺ κομπεῖς, τόνδ' ἔπαυσα τὸν νόμον.
Μισῶν δὲ μητέρ' ἐνδίκως ἀπώλεσα,
ἥτις μεθ' ὅπλων ἄνδρ' ἀπόντ' ἐκ δωμάτων
πάσης ὑπὲρ γῆς Ἑλλάδος στρατηλάτην
προύδωκε κοὐκ ἔσῳσ' ἀκήρατον λέχος·   575
Ἐπεὶ δ' ἁμαρτοῦσ' ᾔσθετ', οὐχ αὑτῇ δίκην
ἐπέθηκεν, ἀλλ', ὡς μὴ δίκην δοίη πόσει,
ἐζημίωσε πατέρα κἀπέκτειν' ἐμόν.
Πρὸς θεῶν ἐν οὐ καλῷ μὲν ἐμνήσθην θεῶν,
φόνον δικάζων· εἰ δὲ δὴ τὰ μητέρος   580
σιγῶν ἐπῄνουν, τί μ' ἂν ἔδρασ' ὁ κατθανών;
Οὐκ ἄν με μισῶν ἀνεχόρευ' Ἐρινύσιν;
Ἢ μητρὶ μὲν πάρεισι σύμμαχοι θεαί,
τῷ δ' οὐ πάρεισι, μᾶλλον ἠδικημένῳ;
Σύ τοι φυτεύσας θυγατέρ', ὦ γέρον, κακὴν   585
ἀπώλεσάς με· διὰ τὸ γὰρ κείνης θράσος
πατρὸς στερηθεὶς ἐγενόμην μητροκτόνος.
Ὁρᾷς, Ὀδυσσέως ἄλοχον οὐ κατέκτανε
Τηλέμαχος· οὐ γὰρ ἐπεγάμει πόσει πόσιν,
μένει δ' ἐν οἴκοις ὑγιὲς εὐνατήριον.   590
Ὁρᾷς δ' Ἀπόλλων', ὃς μεσομφάλους ἕδρας
ναίων βροτοῖσι στόμα νέμει σαφέστατον,
ᾧ πειθόμεσθα πάνθ' ὅσ' ἂν κεῖνος λέγῃ·
τούτῳ πιθόμενος τὴν τεκοῦσαν ἔκτανον.
Ἐκεῖνον ἡγεῖσθ' ἀνόσιον καὶ κτείνετε·   595
ἐκεῖνος ἥμαρτ', οὐκ ἐγώ. Τί χρῆν με δρᾶν;
Ἢ οὐκ ἀξιόχρεως ὁ θεὸς ἀναφέροντί μοι
μίασμα λῦσαι; Ποῖ τις οὖν ἔτ' ἂν φύγοι,
εἰ μὴ ὁ κελεύσας ῥύσεταί με μὴ θανεῖν;
Ἀλλ' ὡς μὲν οὐκ εὖ μὴ λέγ' εἴργασται τάδε,   600
ἡμῖν δὲ τοῖς δράσασιν οὐκ εὐδαιμόνως.
Γάμοι δ' ὅσοις μὲν εὖ καθεστᾶσιν βροτῶν,
μακάριος αἰών· οἷς δὲ μὴ πίπτουσιν εὖ,
τά τ' ἔνδον εἰσὶ τά τε θύραζε δυστυχεῖς.

Χορός

Αἰεὶ γυναῖκες ἐμποδὼν ταῖς συμφοραῖς   605
ἔφυσαν ἀνδρῶν πρὸς τὸ δυστυχέστερον.

Τυνδάρεως

Ἐπεὶ θρασύνῃ κοὐχ ὑποστέλλῃ λόγῳ,
οὕτω δ' ἀμείβῃ μ' ὥστε μ' ἀλγῆσαι φρένα,
μᾶλλόν μ' ἀνάξεις ἐπὶ σὸν ἐξελθεῖν φόνον·
καλὸν πάρεργον δ' αὐτὸ θήσομαι πόνων   610
ὧν εἵνεκ' ἦλθον θυγατρὶ κοσμήσων τάφον.
Μολὼν γὰρ εἰς ἔκκλητον Ἀργείων ὄχλον
ἑκοῦσαν οὐχ ἑκοῦσαν ἐπισείσω πόλιν
σοὶ σῇ τ' ἀδελφῇ, λεύσιμον δοῦναι δίκην.
Μᾶλλον δ' ἐκείνη σοῦ θανεῖν ἐστ' ἀξία,   615
ἣ τῇ τεκούσῃ σ' ἠγρίωσ', ἐς οὖς ἀεὶ
πέμπουσα μύθους ἐπὶ τὸ δυσμενέστερον,
ὀνείρατ' ἀγγέλλουσα τὰ Ἀγαμέμνονος,
καὶ τοῦθ' ὃ μισήσειαν Αἰγίσθου λέχος
οἱ νέρτεροι θεοί· καὶ γὰρ ἐνθάδ' ἦν πικρόν·   620
ἕως ὑφῆψε δῶμ' ἀνηφαίστῳ πυρί.
Μενέλαε, σοὶ δὲ τάδε λέγω δράσω τε πρός·
εἰ τοὐμὸν ἔχθος ἐναριθμῇ κῆδός τ' ἐμόν,
μὴ τῷδ' ἀμύνειν φόνον ἐναντίον θεοῖς·
ἔα δ' ὑπ' ἀστῶν καταφονευθῆναι πέτροις,   625
ἢ μὴ 'πίβαινε Σπαρτιάτιδος χθονός.
Τοσαῦτ' ἀκούσας ἴσθι, μηδὲ δυσσεβεῖς
ἕλῃ, παρώσας εὐσεβεστέρους φίλους·
ἡμᾶς δ' ἀπ' οἴκων ἄγετε τῶνδε, πρόσπολοι.

Ὀρέστης

Στεῖχ', ὡς ἀθορύβως οὑπιὼν ἡμῖν λόγος   630
πρὸς τόνδ' ἵκηται, γῆρας ἀποφυγὼν τὸ σόν.
Μενέλαε, ποῖ σὸν πόδ' ἐπὶ συννοίᾳ κυκλεῖς,
διπλῆς μερίμνης διπτύχους ἰὼν ὁδούς;

Μενέλαος

Ἔασον· ἐν ἐμαυτῷ τι συννοούμενος
ὅποι τράπωμαι τῆς τύχης ἀμηχανῶ.   635

Ὀρέστης

Μή νυν πέραινε τὴν δόκησιν, ἀλλ' ἐμοὺς
λόγους ἀκούσας πρόσθε, βουλεύου τότε.

Μενέλαος

Λέγ'· εὖ γὰρ εἶπας· ἔστι δ' οὗ σιγὴ λόγου
κρείσσων γένοιτ' ἄν. Ἔστι δ' οὗ σιγῆς λόγος.

Ὀρέστης

Λέγοιμ' ἂν ἤδη. Τὰ μακρὰ τῶν σμικρῶν λόγων   640
ἐπίπροσθέν ἐστι καὶ σαφῆ μᾶλλον κλύειν.
Ἐμοὶ σὺ τῶν σῶν, Μενέλεως, μηδὲν δίδου,
ἃ δ' ἔλαβες ἀπόδος πατρὸς ἐμοῦ λαβὼν πάρα.
Οὐ χρήματ' εἶπον· χρήματ', ἢν ψυχὴν ἐμὴν
σῴσῃς, ἅπερ μοι φίλτατ' ἐστὶ τῶν ἐμῶν.   645
Ἀδικῶ· λαβεῖν χρή μ' ἀντὶ τοῦδε τοῦ κακοῦ
ἄδικόν τι παρὰ σοῦ· καὶ γὰρ Ἀγαμέμνων πατὴρ
ἀδίκως ἀθροίσας Ἑλλάδ' ἦλθ' ὑπ' Ἴλιον,
οὐκ ἐξαμαρτὼν αὐτός, ἀλλ' ἁμαρτίαν
τῆς σῆς γυναικὸς ἀδικίαν τ' ἰώμενος.   650
Ἓν μὲν τόδ' ἡμῖν ἀνθ' ἑνὸς δοῦναί σε χρή.
Ἀπέδοτο δ', ὡς χρὴ τοῖς φίλοισι τοὺς φίλους,
τὸ σῶμ' ἀληθῶς, σοὶ παρ' ἀσπίδ' ἐκπονῶν,
ὅπως σὺ τὴν σὴν ἀπολάβοις ξυνάορον.
Ἀπότεισον οὖν μοι ταὐτὸ τοῦτ' ἐκεῖ λαβών,   655
μίαν πονήσας ἡμέραν, ἡμῶν ὕπερ
σωτήριος στάς, μὴ δέκ' ἐκπλήσας ἔτη.
Ἃ δ' Αὐλὶς ἔλαβε σφάγι' ἐμῆς ὁμοσπόρου,
ἐῶ σ' ἔχειν ταῦθ'· Ἑρμιόνην μὴ κτεῖνε σύ.
Δεῖ γὰρ σ' ἐμοῦ πράσσοντος ὡς πράσσω τὰ νῦν   660
πλέον φέρεσθαι, κἀμὲ συγγνώμην ἔχειν.
Ψυχὴν δ' ἐμὴν δὸς τῷ ταλαιπώρῳ πατρὶ
κἀμῆς ἀδελφῆς, παρθένου μακρὸν χρόνον·
θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός.
Ἐρεῖς· ἀδύνατον. Αὐτὸ τοῦτο· τοὺς φίλους   665
ἐν τοῖς κακοῖς χρὴ τοῖς φίλοισιν ὠφελεῖν·
ὅταν δ' ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;
Ἀρκεῖ γὰρ αὐτὸς ὁ θεὸς ὠφελεῖν θέλων.
Φιλεῖν δάμαρτα πᾶσιν Ἕλλησιν δοκεῖς·
κοὐχ ὑποτρέχων σε τοῦτο θωπείᾳ λέγω·   670
ταύτης ἱκνοῦμαί σ' ὦ μέλεος ἐμῶν κακῶν,
ἐς οἷον ἥκω. Τί δέ; Ταλαιπωρεῖν με δεῖ·
ὑπὲρ γὰρ οἴκου παντὸς ἱκετεύω τάδε.
Ὦ πατρὸς ὅμαιμε θεῖε, τὸν κατὰ χθονὸς
θανόντ' ἀκούειν τάδε δόκει, ποτωμένην   675
ψυχὴν ὑπὲρ σοῦ, καὶ λέγειν ἃ ἐγὼ λέγω,
ταὔτ' ἔς τε δάκρυα καὶ γόους καὶ συμφοράς.
Εἴρηκα κἀπῄτηκα τὴν σωτηρίαν,
θηρῶν ὃ πάντες κοὐκ ἐγὼ ζητῶ μόνος.

Χορός

Κἀγώ σ' ἱκνοῦμαι καὶ γυνή περ οὖσ' ὅμως   680
τοῖς δεομένοισιν ὠφελεῖν· οἷός τε δ' εἶ.

Μενέλαος

Ὀρέστ', ἐγώ τοι σὸν καταιδοῦμαι κάρα   682
καὶ ξυμπονῆσαι σοῖς κακοῖσι βούλομαι·
καὶ χρὴ γὰρ οὕτω τῶν ὁμαιμόνων κακὰ
ξυνεκκομίζειν, δύναμιν ἢν διδῷ θεός,   685
θνῄσκοντα καὶ κτείνοντα τοὺς ἐναντίους·
τὸ δ' αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν.
Ἥκω γὰρ ἀνδρῶν συμμάχων κενὸν δόρυ
ἔχων, πόνοισι μυρίοις ἀλώμενος,
σμικρᾷ σὺν ἀλκῇ τῶν λελειμμένων φίλων.   690
Μάχῃ μὲν οὖν ἂν οὐχ ὑπερβαλοίμεθα
Πελασγὸν Ἄργος· εἰ δὲ μαλθακοῖς λόγοις
δυναίμεθ', ἐνταῦθ' ἐλπίδος προσήκομεν.
Σμικροῖσι μὲν γὰρ μεγάλα πῶς ἕλοι τις ἄν;
Πόνοισιν; Ἀμαθὲς καὶ τὸ βούλεσθαι τάδε.   695
Ὅταν γὰρ ἡβᾷ δῆμος εἰς ὀργὴν πεσών,
ὅμοιον ὥστε πῦρ κατασβέσαι λάβρον·
Εἰ δ' ἡσύχως τις αὑτὸν ἐντείνοντι μὲν
χαλῶν ὑπείκοι καιρὸν εὐλαβούμενος,
ἴσως ἂν ἐκπνεύσειεν· ἢν δ' ἀνῇ πνοάς,   700
τύχοις ἂν αὐτοῦ ῥᾳδίως ὅσον θέλεις.
Ἔνεστι δ' οἶκτος, ἔνι δὲ καὶ θυμὸς μέγας,
καραδοκοῦντι κτῆμα τιμιώτατον.
Ἐλθὼν δὲ Τυνδάρεών τέ σοι πειράσομαι
πόλιν τε πεῖσαι τῷ λίαν χρῆσθαι καλῶς.   705
Καὶ ναῦς γὰρ ἐνταθεῖσα πρὸς βίαν ποδὶ
ἔβαψεν, ἔστη δ' αὖθις, ἢν χαλᾷ πόδα.
Μισεῖ γὰρ ὁ θεὸς τὰς ἄγαν προθυμίας,
μισοῦσι δ' ἀστοί· δεῖ δέ μ' οὐκ ἄλλως λέγω
σῴζειν σε σοφίᾳ, μὴ βίᾳ τῶν κρεισσόνων.   710
Ἀλκῇ δέ σ' οὐκ ἄν, ᾗ σὺ δοξάζεις ἴσως,
σῴσαιμ' ἄν· οὐ γὰρ ῥᾴδιον λόγχῃ μιᾷ
στῆσαι τροπαῖα τῶν κακῶν ἅ σοι πάρα.
Οὐ γάρ ποτ' Ἄργους γαῖαν ἐς τὸ μαλθακὸν
προσηγόμεσθα· νῦν δ' ἀναγκαίως ἔχει.   715
Δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης

Ὀρέστης

Ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν   718
τἄλλ' οὐδέν, ὦ κάκιστε τιμωρεῖν φίλοις,
φεύγεις ἀποστραφείς με, τὰ δ' Ἀγαμέμνονος   720
φροῦδ'; Ἄφιλος ἦσθ' ἄρ', ὦ πάτερ, πράσσων κακῶς.
Οἴμοι, προδέδομαι, κοὐκέτ' εἰσὶν ἐλπίδες,
ὅποι τραπόμενος θάνατον Ἀργείων φύγω·
οὗτος γὰρ ἦν μοι καταφυγὴ σωτηρίας.
Ἀλλ' εἰσορῶ γὰρ τόνδε φίλτατον βροτῶν   725
Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο,
ἡδεῖαν ὄψιν· πιστὸς ἐν κακοῖς ἀνὴρ
κρείσσων γαλήνης ναυτίλοισιν εἰσορᾶν.

Πυλάδης

Θᾶσσον ᾗ με χρῆν προβαίνων ἱκόμην δι' ἄστεως,   729
σύλλογον πόλεως ἀκούσας, τὸν δ' ἰδὼν αὐτὸς σαφῶς,   730
ἐπὶ σὲ σύγγονόν τε τὴν σήν, ὡς κτενοῦντας αὐτίκα.
Τί τάδε; Πῶς ἔχεις; Τί πράσσεις, φίλταθ' ἡλίκων ἐμοὶ
καὶ φίλων καὶ συγγενείας; Πάντα γὰρ τάδ' εἶ σύ μοι.

Ὀρέστης

Οἰχόμεσθ', ὡς ἐν βραχεῖ σοι τἀμὰ δηλώσω κακά.

Πυλάδης

Συγκατασκάπτοις ἂν ἡμᾶς· κοινὰ γὰρ τὰ τῶν φίλων.   735

Ὀρέστης

Μενέλεως κάκιστος ἐς ἐμὲ καὶ κασιγνήτην ἐμήν.

Πυλάδης

Εἰκότως, κακῆς γυναικὸς ἄνδρα γίγνεσθαι κακόν.

Ὀρέστης

Ὥσπερ οὐκ ἐλθὼν ἔμοιγε ταὐτὸν ἀπέδωκεν μολών.

Πυλάδης

Ἦ γάρ ἐστιν ὡς ἀληθῶς τήνδ' ἀφιγμένος χθόνα;

Ὀρέστης

Χρόνιος· ἀλλ' ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις.   740

Πυλάδης

Καὶ δάμαρτα τὴν κακίστην ναυστολῶν ἐλήλυθεν;

Ὀρέστης

Οὐκ ἐκεῖνος, ἀλλ' ἐκείνη κεῖνον ἐνθάδ' ἤγαγεν.

Πυλάδης

Ποῦ 'στιν ἣ πλείστους Ἀχαιῶν ὤλεσεν γυνὴ μία;   743

Ὀρέστης

Ἐν δόμοις ἐμοῖσιν, εἰ δὴ τούσδ' ἐμοὺς καλεῖν χρεών.

Πυλάδης

Σὺ δὲ τίνας λόγους ἔλεξας σοῦ κασιγνήτῳ πατρός;   745

Ὀρέστης

Μή μ' ἰδεῖν θανόνθ' ὑπ' ἀστῶν καὶ κασιγνήτην ἐμήν.

Πυλάδης

Πρὸς θεῶν, τί πρὸς τάδ' εἶπε; Τόδε γὰρ εἰδέναι θέλω.

Ὀρέστης

Εὐλαβεῖθ', ὃ τοῖς φίλοισι δρῶσιν οἱ κακοὶ φίλοι.

Πυλάδης

Σκῆψιν ἐς ποίαν προβαίνων; Τοῦτο πάντ' ἔχω μαθών.

Ὀρέστης

Οὗτος ἦλθ', ὁ τὰς ἀρίστας θυγατέρας σπείρας πατήρ.   750

Πυλάδης

Τυνδάρεων λέγεις· ἴσως σοι θυγατέρος θυμούμενος;

Ὀρέστης

Αἰσθάνῃ. τὸ τοῦδε κῆδος μᾶλλον εἵλετ' ἢ πατρός.

Πυλάδης

Κοὐκ ἐτόλμησεν πόνων σῶν ἀντιλάζυσθαι παρών;

Ὀρέστης

Οὐ γὰρ αἰχμητὴς πέφυκεν, ἐν γυναιξὶ δ' ἄλκιμος.

Πυλάδης

Ἐν κακοῖς ἄρ' εἶ μεγίστοις· καί σ' ἀναγκαῖον θανεῖν;   755

Ὀρέστης

Ψῆφον ἀμφ' ἡμῶν πολίτας ἐπὶ φόνῳ θέσθαι χρεών.

Πυλάδης

Ἣ κρινεῖ τί χρῆμα; Λέξον· διὰ φόβου γὰρ ἔρχομαι.

Ὀρέστης

Ἢ θανεῖν ἢ ζῆν· ὁ μῦθος οὐ μακρὸς μακρῶν πέρι.

Πυλάδης

Φεῦγέ νυν λιπὼν μέλαθρα σὺν κασιγνήτῃ σέθεν.

Ὀρέστης

Οὐχ ὁρᾷς; Φυλασσόμεσθα φρουρίοισι πανταχῇ.   760

Πυλάδης

Εἶδον ἄστεως ἀγυιὰς τεύχεσιν πεφραγμένας.

Ὀρέστης

Ὡσπερεὶ πόλις πρὸς ἐχθρῶν σῶμα πυργηρούμεθα.

Πυλάδης

Κἀμὲ νῦν ἐροῦ τί πάσχω· καὶ γὰρ αὐτὸς οἴχομαι.

Ὀρέστης

Πρὸς τίνος; Τοῦτ' ἂν προσείη τοῖς ἐμοῖς κακοῖς κακόν.

Πυλάδης

Στρόφιος ἤλασέν μ' ἀπ' οἴκων φυγάδα θυμωθεὶς πατήρ.   765

Ὀρέστης

Ἴδιον ἢ κοινὸν πολίταις ἐπιφέρων ἔγκλημά τι;

Πυλάδης

Ὅτι συνηράμην φόνον σοι μητρός, ἀνόσιον λέγων.

Ὀρέστης

Ὦ τάλας, ἔοικε καὶ σὲ τἀμὰ λυπήσειν κακά.

Πυλάδης

Οὐχὶ Μενέλεω τρόποισι χρώμεθ'· οἰστέον τάδε.

Ὀρέστης

Οὐ φοβῇ μή σ' Ἄργος ὥσπερ κἄμ' ἀποκτεῖναι θέλῃ;   770

Πυλάδης

Οὐ προσήκομεν κολάζειν τοῖσδε, Φωκέων δὲ γῇ.

Ὀρέστης

Δεινὸν οἱ πολλοί, κακούργους ὅταν ἔχωσι προστάτας.

Πυλάδης

Ἀλλ' ὅταν χρηστοὺς λάβωσι, χρηστὰ βουλεύουσ' ἀεί.

Ὀρέστης

Εἶἑν. ἐς κοινὸν λέγειν χρή.

Πυλάδης

Τίνος ἀναγκαίου πέρι;

Ὀρέστης

Εἰ λέγοιμ' ἀστοῖσιν ἐλθὼν   775

Πυλάδης

Ὡς ἔδρασας ἔνδικα;

Ὀρέστης

Πατρὶ τιμωρῶν ἐμαυτοῦ;

Πυλάδης

Μὴ λάβωσί σ' ἄσμενοι.

Ὀρέστης

Ἀλλ' ὑποπτήξας σιωπῇ κατθάνω;

Πυλάδης

Δειλὸν τόδε.

Ὀρέστης

Πῶς ἂν οὖν δρῴην;

Πυλάδης

Ἔχεις τιν', ἢν μένῃς, σωτηρίαν;

Ὀρέστης

Οὐκ ἔχω.

Πυλάδης

Μολόντι δ' ἐλπίς ἐστι σωθῆναι κακῶν;

Ὀρέστης

Εἰ τύχοι, γένοιτ' ἄν.   780

Πυλάδης

Οὐκοῦν τοῦτο κρεῖσσον ἢ μένειν.

Ὀρέστης

Ἀλλὰ δῆτ' ἔλθω.

Πυλάδης

Θανὼν γοῦν ὧδε κάλλιον θανῇ.

Ὀρέστης

Εὖ λέγεις· φεύγω τὸ δειλὸν τῇδε.   783

Πυλάδης

Μᾶλλον ἢ μένων.

Ὀρέστης

Καὶ τὸ πρᾶγμά γ' ἔνδικόν μοι.   782

Πυλάδης

Τῷ Δοκεῖν εὔχου μόνον.

Ὀρέστης

Καί τις ἄν γέ μ' οἰκτίσειε . . .   784

Πυλάδης

Μέγα γὰρ ἡ εὐγένειά σου.

Ὀρέστης

Θάνατον ἀσχάλλων πατρῷον.   785

Πυλάδης

Πάντα ταῦτ' ἐν ὄμμασιν.

Ὀρέστης

Ἰτέον, ὡς ἄνανδρον ἀκλεῶς κατθανεῖν.

Πυλάδης

Αἰνῶ τάδε.

Ὀρέστης

Ἦ λέγωμεν οὖν ἀδελφῇ ταῦτ' ἐμῇ;

Πυλάδης

Μὴ πρὸς θεῶν.

Ὀρέστης

Δάκρυα γοῦν γένοιτ' ἄν.

Πυλάδης

Οὐκοῦν οὗτος οἰωνὸς μέγας.

Ὀρέστης

Δηλαδὴ σιγᾶν ἄμεινον.

Πυλάδης

Τῷ χρόνῳ δὲ κερδανεῖς.

Ὀρέστης

Κεῖνό μοι μόνον πρόσαντες.   790

Πυλάδης

Τί τόδε καινὸν αὖ λέγεις;

Ὀρέστης

Μὴ θεαί μ' οἴστρῳ κατάσχωσι.

Πυλάδης

Ἀλλὰ κηδεύσω σ' ἐγώ.

Ὀρέστης

Δυσχερὲς ψαύειν νοσοῦντος ἀνδρός.

Πυλάδης

Οὐκ ἔμοιγε σοῦ.

Ὀρέστης

Εὐλαβοῦ λύσσης μετασχεῖν τῆς ἐμῆς.

Πυλάδης

Τόδ' οὖν ἴτω.

Ὀρέστης

Οὐκ ἄρ' ὀκνήσεις;

Πυλάδης

Ὄκνος γὰρ τοῖς φίλοις κακὸν μέγα.

Ὀρέστης

Ἕρπε νυν οἴαξ ποδός μοι.   795

Πυλάδης

Φίλα γ' ἔχων κηδεύματα.

Ὀρέστης

Καί με πρὸς τύμβον πόρευσον πατρός.

Πυλάδης

Ὡς τί δὴ τόδε;

Ὀρέστης

Ὥς νιν ἱκετεύσω με σῶσαι.

Πυλάδης

Τό γε δίκαιον ὧδ' ἔχει.

Ὀρέστης

Μητέρος δὲ μηδ' ἴδοιμι μνῆμα.

Πυλάδης

Πολεμία γὰρ ἦν.   788
Ἀλλ' ἔπειγ', ὡς μή σε πρόσθε ψῆφος Ἀργείων ἕλῃ,
περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰ νωχελῆ νόσῳ·   800
ὡς ἐγὼ δι' ἄστεώς σε, σμικρὰ φροντίζων ὄχλου,
οὐδὲν αἰσχυνθεὶς ὀχήσω. Ποῦ γὰρ ὢν δείξω φίλος,
εἴ σε μὴ 'ν δειναῖσιν ὄντα συμφοραῖς ἐπαρκέσω;

Ὀρέστης

Τοῦτ' ἐκεῖνο, <κτᾶσθ' ἑταίρους, μὴ τὸ συγγενὲς μόνον>·
ὡς ἀνὴρ ὅστις τρόποισι συντακῇ, θυραῖος ὢν   805
μυρίων κρείσσων ὁμαίμων ἀνδρὶ κεκτῆσθαι φίλος.

Χορός

Ὁ μέγας ὄλβος ἅ τ' ἀρετὰ   807
μέγα φρονοῦσ' ἀν' Ἑλλάδα καὶ
παρὰ Σιμουντίοις ὀχετοῖς
πάλιν ἀνῆλθ' ἐξ εὐτυχίας Ἀτρείδαις   810
πάλαι παλαιᾶς ἀπὸ συμφορᾶς δόμων,
ὁπότε χρυσείας ἔρις ἀρνὸς
ἤλυθε Τανταλίδαις,
οἰκτρότατα θοινάματα καὶ
σφάγια γενναίων τεκέων·   815
ὅθεν φόνῳ φόνος ἐξαμεί-
βων δι' αἵματος οὐ προλεί-
πει δισσοῖσιν Ἀτρείδαις.

Τὸ καλὸν οὐ καλόν, τοκέων
πυριγενεῖ τεμεῖν παλάμᾳ   820
χρόα μελάνδετον δὲ φόνῳ
ξίφος ἐς αὐγὰς ἀελίοιο δεῖξαι·
τὸ δ' εὖ κακουργεῖν ἀσέβεια ποικίλα
κακοφρόνων τ' ἀνδρῶν παράνοια.
θανάτου γὰρ ἀμφὶ φόβῳ   825
Τυνδαρὶς ἰάχησε τάλαι-
να· Τέκνον, οὐ τολμᾷς ὅσια
κτείνων σὰν ματέρα· μὴ πατρῴ-
αν τιμῶν χάριν ἐξανά-
ψῃ δύσκλειαν ἐς αἰεί.   830

Τίς νόσος ἢ τίνα δάκρυα καὶ   831
τίς ἔλεος μείζων κατὰ γᾶν
ἢ ματροκτόνον αἷμα χειρὶ θέσθαι;
Οἷον ἔργον τελέσας
βεβάκχευται μανίαις,   835
Εὐμενίσι θήραμα, φόνον
δρομάσι δινεύων βλεφάροις,
Ἀγαμεμνόνιος παῖς.
Ὦ μέλεος, ματρὸς ὅτε
χρυσεοπηνήτων φαρέων   840
μαστὸν ὑπερτέλλοντ' ἐσιδὼν
σφάγιον ἔθετο ματέρα, πατρῴ-
ων παθέων ἀμοιβάν.

Ἠλέκτρα

Γυναῖκες, ἦ που τῶνδ' ἀφώρμηται δόμων
τλήμων Ὀρέστης θεομανεῖ λύσσῃ δαμείς;   845

Χορός

Ἥκιστα· πρὸς δ' Ἀργεῖον οἴχεται λεών,
ψυχῆς ἀγῶνα τὸν προκείμενον πέρι
δώσων, ἐν ᾧ ζῆν ἢ θανεῖν ὑμᾶς χρεών.

Ἠλέκτρα

Οἴμοι· τί χρῆμ' ἔδρασε; Τίς δ' ἔπεισέ νιν;

Χορός

Πυλάδης· ἔοικε δ' οὐ μακρὰν ὅδ' ἄγγελος   850
λέξειν τὰ κεῖθεν σοῦ κασιγνήτου πέρι.

Ἄγγελος

Ὦ τλῆμον, ὦ δύστηνε τοῦ στρατηλάτου
Ἀγαμέμνονος παῖ, πότνι' Ἠλέκτρα, λόγους
ἄκουσον οὕς σοι δυστυχεῖς ἥκω φέρων.

Ἠλέκτρα

Αἰαῖ, διοιχόμεσθα· δῆλος εἶ λόγῳ.   855
Κακῶν γὰρ ἥκεις, ὡς ἔοικεν, ἄγγελος.

Ἄγγελος

Ψήφῳ Πελασγῶν σὸν κασίγνητον θανεῖν   857
καὶ σέ, ὦ τάλαιν', ἔδοξε τῇδ' ἐν ἡμέρᾳ.

Ἠλέκτρα

Οἴμοι· προσῆλθεν ἐλπίς, ἣν φοβουμένη
πάλαι τὸ μέλλον ἐξετηκόμην γόοις.   860
Ἀτὰρ τίς ἁγών, τίνες ἐν Ἀργείοις λόγοι
καθεῖλον ἡμᾶς κἀπεκύρωσαν θανεῖν;
Λέγ', ὦ γεραιέ· πότερα λευσίμῳ χερὶ
ἢ διὰ σιδήρου πνεῦμ' ἀπορρῆξαί με δεῖ,
κοινὰς ἀδελφῷ συμφορὰς κεκτημένην;   865

Ἄγγελος

Ἐτύγχανον μὲν ἀγρόθεν πυλῶν ἔσω   866
βαίνων, πυθέσθαι δεόμενος τά τ' ἀμφὶ σοῦ
τά τ' ἀμφ' Ὀρέστου· σῷ γὰρ εὔνοιαν πατρὶ
ἀεί ποτ' εἶχον, καί μ' ἔφερβε σὸς δόμος
πένητα μέν, χρῆσθαι δὲ γενναῖον φίλοις.   870
Ὁρῶ δ' ὄχλον στείχοντα καὶ θάσσοντ' ἄκραν,
οὗ φασι πρῶτον Δαναὸν Αἰγύπτῳ δίκας
διδόντ' ἀθροῖσαι λαὸν ἐς κοινὰς ἕδρας.
Ἀστῶν δὲ δή τιν' ἠρόμην ἄθροισμ' ἰδών·
Τί καινὸν Ἄργει; Μῶν τι πολεμίων πάρα   875
ἄγγελμ' ἀνεπτέρωκε Δαναϊδῶν πόλιν;
Ὃ δ' εἶπ'· Ὀρέστην κεῖνον οὐχ ὁρᾷς πέλας
στείχοντ', ἀγῶνα θανάσιμον δραμούμενον;
Ὁρῶ δ' ἄελπτον φάσμ', ὃ μήποτ' ὤφελον,
Πυλάδην τε καὶ σὸν σύγγονον στείχονθ' ὁμοῦ,   880
τὸν μὲν κατηφῆ καὶ παρειμένον νόσῳ,
τὸν δ' ὥστ' ἀδελφὸν ἴσα φίλῳ λυπούμενον,
νόσημα κηδεύοντα παιδαγωγίᾳ.
Ἐπεὶ δὲ πλήρης ἐγένετ' Ἀργείων ὄχλος,   884
κῆρυξ ἀναστὰς εἶπε· Τίς χρῄζει λέγειν,   885
πότερον Ὀρέστην κατθανεῖν ἢ μὴ χρεών,
μητροκτονοῦντα; Κἀπὶ τῷδ' ἀνίσταται
Ταλθύβιος, ὃς σῷ πατρὶ συνεπόρθει Φρύγας.
Ἔλεξε δ', ὑπὸ τοῖς δυναμένοισιν ὢν ἀεί,
διχόμυθα, πατέρα μὲν σὸν ἐκπαγλούμενος,   890
σὸν δ' οὐκ ἐπαινῶν σύγγονον, καλοὺς κακοὺς
λόγους ἑλίσσων, ὅτι καθισταίη νόμους
ἐς τοὺς τεκόντας οὐ καλούς· τὸ δ' ὄμμ' ἀεὶ
φαιδρωπὸν ἐδίδου τοῖσιν Αἰγίσθου φίλοις.
Τὸ γὰρ γένος τοιοῦτον· ἐπὶ τὸν εὐτυχῆ   895
πηδῶσ' ἀεὶ κήρυκες· ὅδε δ' αὐτοῖς φίλος,
ὃς ἂν δύνηται πόλεος ἔν τ' ἀρχαῖσιν ᾖ.
Ἐπὶ τῷδε δ' ἠγόρευε Διομήδης ἄναξ.
Οὗτος κτανεῖν μὲν οὔτε σὲ οὔτε σύγγονον
εἴα, φυγῇ δὲ ζημιοῦντας εὐσεβεῖν.   900
Ἐπερρόθησαν δ' οἳ μὲν ὡς καλῶς λέγοι,
οἳ δ' οὐκ ἐπῄνουν. Κἀπὶ τῷδ' ἀνίσταται
ἀνήρ τις ἀθυρόγλωσσος, ἰσχύων θράσει,
Ἀργεῖος οὐκ Ἀργεῖος, ἠναγκασμένος,
θορύβῳ τε πίσυνος κἀμαθεῖ παρρησίᾳ,   905
πιθανὸς ἔτ' αὐτοὺς περιβαλεῖν κακῷ τινι·
ὅταν γὰρ ἡδύς τις λόγοις φρονῶν κακῶς
πείθῃ τὸ πλῆθος, τῇ πόλει κακὸν μέγα·
ὅσοι δὲ σὺν νῷ χρηστὰ βουλεύουσ' ἀεί,
κἂν μὴ παραυτίκ', αὖθίς εἰσι χρήσιμοι   910
πόλει. Θεᾶσθαι δ' ὧδε χρὴ τὸν προστάτην
ἰδόνθ'· ὅμοιον γὰρ τὸ χρῆμα γίγνεται
τῷ τοὺς λόγους λέγοντι καὶ τιμωμένῳ.
Ὃς εἶπ' Ὀρέστην καὶ σὲ ἀποκτεῖναι πέτροις
βάλλοντας· ὑπὸ δ' ἔτεινε Τυνδάρεως λόγους   915
τῷ σφὼ κατακτείνοντι τοιούτους λέγειν.
Ἄλλος δ' ἀναστὰς ἔλεγε τῷδ' ἐναντία,
μορφῇ μὲν οὐκ εὐωπός, ἀνδρεῖος δ' ἀνήρ,
ὀλιγάκις ἄστυ κἀγορᾶς χραίνων κύκλον,
αὐτουργός οἵπερ καὶ μόνοι σῴζουσι γῆν   920
ξυνετὸς δέ, χωρεῖν ὁμόσε τοῖς λόγοις θέλων,
ἀκέραιος, ἀνεπίπληκτον ἠσκηκὼς βίον·
ὃς εἶπ' Ὀρέστην παῖδα τὸν Ἀγαμέμνονος
στεφανοῦν, ὃς ἠθέλησε τιμωρεῖν πατρί,
κακὴν γυναῖκα κἄθεον κατακτανών,   925
ἣ κεῖν' ἀφῄρει, μήθ' ὁπλίζεσθαι χέρα
μήτε στρατεύειν ἐκλιπόντα δώματα,
εἰ τἄνδον οἰκουρήμαθ' οἱ λελειμμένοι
φθείρουσιν, ἀνδρῶν εὔνιδας λωβώμενοι.
Καὶ τοῖς γε χρηστοῖς εὖ λέγειν ἐφαίνετο.   930
Κοὐδεὶς ἔτ' εἶπε. Σὸς δ' ἐπῆλθε σύγγονος,   931
ἔλεξε δ'· ὦ γῆν Ἰνάχου κεκτημένοι,
πάλαι Πελασγοί, Δαναί̈δαι δεύτερον,
ὑμῖν ἀμύνων οὐδὲν ἧσσον ἢ πατρὶ
ἔκτεινα μητέρ'. Εἰ γὰρ ἀρσένων φόνος   935
ἔσται γυναιξὶν ὅσιος, οὐ φθάνοιτ' ἔτ' ἂν
θνῄσκοντες, ἢ γυναιξὶ δουλεύειν χρεών·
τοὐναντίον δὲ δράσετ' ἢ δρᾶσαι χρεών.
Νῦν μὲν γὰρ ἡ προδοῦσα λέκτρ' ἐμοῦ πατρὸς
τέθνηκεν· εἰ δὲ δὴ κατακτενεῖτ' ἐμέ,   940
ὁ νόμος ἀνεῖται, κοὐ φθάνοι θνῄσκων τις ἄν·
ὡς τῆς γε τόλμης οὐ σπάνις γενήσεται.
Ἀλλ' οὐκ ἔπειθ' ὅμιλον, εὖ δοκῶν λέγειν.
Νικᾷ δ' ἐκεῖνος ὁ κακὸς ἐν πλήθει λέγων,
ὃς ἠγόρευσε σύγγονον σέ τε κτανεῖν.   945
Μόλις δ' ἔπεισε μὴ πετρουμένους θανεῖν
τλήμων Ὀρέστης· αὐτόχειρι δὲ σφαγῇ
ὑπέσχετ' ἐν τῇδ' ἡμέρᾳ λείψειν βίον
σὺν σοί. Πορεύει δ' αὐτὸν ἐκκλήτων ἄπο
Πυλάδης δακρύων· σὺν δ' ὁμαρτοῦσιν φίλοι   950
κλαίοντες, οἰκτίροντες· ἔρχεται δέ σοι
πικρὸν θέαμα καὶ πρόσοψις ἀθλία.
Ἀλλ' εὐτρέπιζε φάσγαν' ἢ βρόχον δέρῃ·
ὡς δεῖ λιπεῖν σε φέγγος· ἡ εὐγένεια δὲ
οὐδέν σ' ἐπωφέλησεν, οὐδ' ὁ Πύθιος   955
τρίποδα καθίζων Φοῖβος, ἀλλ' ἀπώλεσεν.

Χορός

Ὦ δυστάλαινα παρθέν', ὡς ξυνηρεφὲς
πρόσωπον εἰς γῆν σὸν βαλοῦσ' ἄφθογγος εἶ,
ὡς εἰς στεναγμοὺς καὶ γόους δραμουμένη.

Ἠλέκτρα

Κατάρχομαι στεναγμόν, ὦ Πελασγία,   960
τιθεῖσα λευκὸν ὄνυχα διὰ παρηίδων,
αἱματηρὸν ἄταν,
κτύπον τε κρατός, ὃν ἔλαχ' ἁ κατὰ χθονὸς
νερτέρων Περσέφασσα καλλίπαις θεά.
Ἰαχείτω δὲ γᾶ Κυκλωπία,   965
σίδαρον ἐπὶ κάρα τιθεῖσα κούριμον,
πήματ' οἴκων.
Ἔλεος ἔλεος ὅδ' ἔρχεται
τῶν θανουμένων ὕπερ,
στρατηλατᾶν Ἑλλάδος ποτ' ὄντων.   970

Βέβακε γὰρ βέβακεν, οἴχεται τέκνων   971
πρόπασα γέννα Πέλοπος ὅ τ' ἐπὶ μακαρίοις
ζῆλος ὤν ποτ' οἴκοις·
Φθόνος νιν εἷλε θεόθεν, ἅ τε δυσμενὴς
φοινία ψῆφος ἐν πολίταις.   975
Ἰὼ ἰώ, πανδάκρυτ' ἐφαμέρων
ἔθνη πολύπονα, λεύσσεθ', ὡς παρ' ἐλπίδας
μοῖρα βαίνει.
Ἕτερα δ' ἕτερος ἀμείβεται
πήματ' ἐν χρόνῳ μακρῷ·   980
βροτῶν δ' ὁ πᾶς ἀστάθμητος αἰών.

Μόλοιμι τὰν οὐρανοῦ   982
μέσον χθονός <τε> τεταμέναν
αἰωρήμασι πέτραν,
ἁλύσεσιν χρυσέαισι φερομέναν δίναισι,
βῶλον ἐξ Ὀλύμπου,
ἵν' ἐν θρήνοισιν ἀναβοάσω
γέροντι πατρὶ Ταντάλῳ   985
ὃς ἔτεκεν ἔτεκε γενέτορας ἐμέθεν δόμων,
οἳ κατεῖδον ἄτας,
ποτανὸν μὲν δίωγμα πώλων
τεθριπποβάμονι στόλῳ Πέλοψ ὅτε
πελάγεσι διεδίφρευσε, Μυρτίλου φόνον   990
δικὼν ἐς οἶδμα πόντου,
λευκοκύμοσιν
πρὸς Γεραιστίαις
ποντίων σάλων
ᾐόσιν ἁρματεύσας.
Ὅθεν δόμοισι τοῖς ἐμοῖς   995
ἦλθ' ἀρὰ πολύστονος,
λόχευμα ποιμνίοισι Μαιάδος τόκου,
τὸ χρυσόμαλλον ἀρνὸς ὁπότ'
ἐγένετο τέρας ὀλοὸν ὀλοὸν
Ἀτρέος ἱπποβώτα·   1000
ὅθεν Ἔρις τό τε πτερωτὸν
ἁλίου μετέβαλεν ἅρμα,
τὰν πρὸς ἑσπέραν κέλευθον
οὐρανοῦ προσαρμόσα-
σα μονόπωλον ἐς Ἀῶ,
ἑπταπόρου τε δράμημα Πελειάδος   1005
εἰς ὁδὸν ἄλλαν Ζεὺς μεταβάλλει,
τῶνδέ τ' ἀμείβει . . . θανάτους θανά-
των τά τ' ἐπώνυμα δεῖπνα Θυέστου
λέκτρα τε Κρήσσας Ἀερόπας δολί-
ας δολίοισι γάμοις· τὰ πανύστατα δ'   1010
εἰς ἐμὲ καὶ γενέταν ἐμὸν ἤλυθε
δόμων πολυπόνοις ἀνάγκαις.

Χορός

Καὶ μὴν ὅδε σὸς σύγγονος ἕρπει
ψήφῳ θανάτου κατακυρωθείς,
ὅ τε πιστότατος πάντων Πυλάδης,
ἰσάδελφος ἀνήρ, ἰθύνων   1015
νοσερὸν κῶλον Ὀρέστου,
ποδὶ κηδοσύνῳ παράσειρος.

Ἠλέκτρα

Οἲ ἐγώ· πρὸ τύμβου γάρ σ' ὁρῶσ' ἀναστένω,   1018
ἀδελφέ, καὶ πάροιθε νερτέρου πυρᾶς.
Οἲ ἐγὼ μάλ' αὖθις· ὥς σ' ἰδοῦσ' ἐν ὄμμασιν   1020
πανυστάτην πρόσοψιν ἐξέστην φρενῶν.

Ὀρέστης

Οὐ σῖγ' ἀφεῖσα τοὺς γυναικείους γόους
στέρξεις τὰ κρανθέντ'; Οἰκτρὰ μὲν τάδ', ἀλλ' ὅμως
φέρειν σ' ἀνάγκη τὰς παρεστώσας τύχας.

Ἠλέκτρα

Καὶ πῶς σιωπῶ; Φέγγος εἰσορᾶν θεοῦ   1025
τόδ' οὐκέθ' ἡμῖν τοῖς ταλαιπώροις μέτα.

Ὀρέστης

Σὺ μή μ' ἀπόκτειν'· ἅλις ὑπ' Ἀργείας χερὸς
τέθνηχ' ὁ τλήμων· τὰ δὲ παρόντ' ἔα κακά.

Ἠλέκτρα

Ὦ μέλεος ἥβης σῆς, Ὀρέστα, καὶ πότμου
θανάτου τ' ἀώρου. ζῆν ἐχρῆν σ', ὅτ' οὐκέτ' εἶ.   1030

Ὀρέστης

Μὴ πρὸς θεῶν μοι περιβάλῃς ἀνανδρίαν,
ἐς δάκρυα πορθμεύουσ' ὑπομνήσει κακῶν.

Ἠλέκτρα

Θανούμεθ'· οὐχ οἷόν τε μὴ στένειν κακά.
Πᾶσιν γὰρ οἰκτρὸν ἡ φίλη ψυχὴ βροτοῖς.

Ὀρέστης

Τόδ' ἦμαρ ἡμῖν κύριον· δεῖ δ' ἢ βρόχους   1035
ἅπτειν κρεμαστοὺς ἢ ξίφος θήγειν χερί.

Ἠλέκτρα

Σύ νύν μ', ἀδελφέ, μή τις Ἀργείων κτάνῃ
ὕβρισμα θέμενος τὸν Ἀγαμέμνονος γόνον.

Ὀρέστης

Ἅλις τὸ μητρὸς αἷμ' ἔχω· σὲ δ' οὐ κτενῶ,
ἀλλ' αὐτόχειρι θνῇσχ' ὅτῳ βούλῃ τρόπῳ.   1040

Ἠλέκτρα

Ἔσται τάδ'· οὐδὲν σοῦ ξίφους λελείψομαι.
ἀλλ' ἀμφιθεῖναι σῇ δέρῃ θέλω χέρας.

Ὀρέστης

Τέρπου κενὴν ὄνησιν, εἰ τερπνὸν τόδε
θανάτου πέλας βεβῶσι, περιβαλεῖν χέρας.

Ἠλέκτρα

Ὦ φίλτατ', ὦ ποθεινὸν ἥδιστόν τ' ἔχων   1045
τῆς σῆς ἀδελφῆς ὄνομα καὶ ψυχὴν μίαν.

Ὀρέστης

Ἔκ τοί με τήξεις· καί σ' ἀμείψασθαι θέλω   1047
φιλότητι χειρῶν. Τί γὰρ ἔτ' αἰδοῦμαι τάλας;
Ὦ στέρν' ἀδελφῆς, ὦ φίλον πρόσπτυγμ' ἐμόν,
τάδ' ἀντὶ παίδων καὶ γαμηλίου λέχους   1050
προσφθέγματ' ἀμφοῖν τοῖς ταλαιπώροις πάρα.

Ἠλέκτρα

Φεῦ·
πῶς ἂν ξίφος νὼ ταὐτόν, εἰ θέμις, κτάνοι
καὶ μνῆμα δέξαιθ' ἕν, κέδρου τεχνάσματα;

Ὀρέστης

Ἥδιστ' ἂν εἴη ταῦθ'· ὁρᾷς δὲ δὴ φίλων
ὡς ἐσπανίσμεθ', ὥστε κοινωνεῖν τάφου.   1055

Ἠλέκτρα

Οὐδ' εἶφ' ὑπὲρ σοῦ, μὴ θανεῖν σπουδὴν ἔχων,
Μενέλαος ὁ κακός, ὁ προδότης τοὐμοῦ πατρός;

Ὀρέστης

Οὐδ' ὄμμ' ἔδειξεν, ἀλλ' ἐπὶ σκήπτροις ἔχων   1058
τὴν ἐλπίδ', εὐλαβεῖτο μὴ σῴζειν φίλους.
Ἀλλ' εἶ' ὅπως γενναῖα καὶ Ἀγαμέμνονος   1060
δράσαντε κατθανούμεθ' ἀξιώτατα.
Κἀγὼ μὲν εὐγένειαν ἀποδείξω πόλει,
παίσας πρὸς ἧπαρ φασγάνῳ· σὲ δ' αὖ χρεὼν
ὅμοια πράσσειν τοῖς ἐμοῖς τολμήμασιν.
Πυλάδη, σὺ δ' ἡμῖν τοῦ φόνου γενοῦ βραβεύς,   1065
καὶ κατθανόντοιν εὖ περίστειλον δέμας
θάψον τε κοινῇ πρὸς πατρὸς τύμβον φέρων.
Καὶ χαῖρ'· ἐπ' ἔργον δ', ὡς ὁρᾷς, πορεύομαι.

Πυλάδης

Ἐπίσχες. ἓν μὲν πρῶτά σοι μομφὴν ἔχω,
εἰ ζῆν με χρῄζειν σοῦ θανόντος ἤλπισας.   1070

Ὀρέστης

Τί γὰρ προσήκει κατθανεῖν σ' ἐμοῦ μέτα;

Πυλάδης

Ἤρου; Τί δὲ ζῆν σῆς ἑταιρίας ἄτερ;

Ὀρέστης

Οὐκ ἔκτανες σὴν μητέρ', ὡς ἐγὼ τάλας.

Πυλάδης

Σὺν σοί γε κοινῇ· ταὐτὰ καὶ πάσχειν με δεῖ.

Ὀρέστης

Ἀπόδος τὸ σῶμα πατρί, μὴ σύνθνῃσκέ μοι.   1075
Σοὶ μὲν γὰρ ἔστι πόλις, ἐμοὶ δ' οὐκ ἔστι δή,
καὶ δῶμα πατρὸς καὶ μέγας πλούτου λιμήν.
Γάμων δὲ τῆς μὲν δυσπότμου τῆσδ' ἐσφάλης,
ἥν σοι κατηγγύησ' ἑταιρίαν σέβων·
σὺ δ' ἄλλο λέκτρον παιδοποίησαι λαβών,   1080
κῆδος δὲ τοὐμὸν καὶ σὸν οὐκέτ' ἔστι δή.
Ἀλλ', ὦ ποθεινὸν ὄμμ' ὁμιλίας ἐμῆς,
χαῖρ'· οὐ γὰρ ἡμῖν ἔστι τοῦτο, σοί γε μήν·
οἱ γὰρ θανόντες χαρμάτων τητώμεθα.

Πυλάδης

Ἦ πολὺ λέλειψαι τῶν ἐμῶν βουλευμάτων.   1085
Μήθ' αἷμά μου δέξαιτο κάρπιμον πέδον,
μὴ λαμπρὸς αἰθήρ, εἴ σ' ἐγὼ προδούς ποτε
ἐλευθερώσας τοὐμὸν ἀπολίποιμι σέ.
Καὶ συγκατέκτανον γάρ, οὐκ ἀρνήσομαι,
καὶ πάντ' ἐβούλευσ' ὧν σὺ νῦν τίνεις δίκας·   1090
καὶ ξυνθανεῖν οὖν δεῖ με σοὶ καὶ τῇδ' ὁμοῦ.
Ἐμὴν γὰρ αὐτήν, ἧς <γε> λέχος ἐπῄνεσα,
κρίνω δάμαρτα· τί γὰρ ἐρῶ κἀγώ ποτε
γῆν Δελφίδ' ἐλθὼν Φωκέων ἀκρόπτολιν,
ὃς πρὶν μὲν ὑμᾶς δυστυχεῖν φίλος παρῆ,   1095
νῦν δ' οὐκέτ' εἰμὶ δυστυχοῦντί σοι φίλος;
Οὐκ ἔστιν. Ἀλλὰ ταῦτα μὲν κἀμοὶ μέλει·
ἐπεὶ δὲ κατθανούμεθ', ἐς κοινοὺς λόγους
ἔλθωμεν, ὡς ἂν Μενέλεως συνδυστυχῇ.

Ὀρέστης

Ὦ φίλτατ', εἰ γὰρ τοῦτο κατθάνοιμ' ἰδών.   1100

Πυλάδης

Πιθοῦ νυν, ἄμμεινόν τε φασγάνου τομάς.

Ὀρέστης

Μενῶ, τὸν ἐχθρὸν εἴ τι τιμωρήσομαι.

Πυλάδης

Σίγα νυν· ὡς γυναιξὶ πιστεύω βραχύ.

Ὀρέστης

Μηδὲν τρέσῃς τάσδ'· ὡς πάρεισ' ἡμῖν φίλαι.

Πυλάδης

Ἑλένην κτάνωμεν, Μενέλεῳ λύπην πικράν.   1105

Ὀρέστης

Πῶς; Τὸ γὰρ ἕτοιμον ἔστιν, εἴ γ' ἔσται καλῶς.

Πυλάδης

Σφάξαντες. ἐν δόμοις δὲ κρύπτεται σέθεν.

Ὀρέστης

Μάλιστα· καὶ δὴ πάντ' ἀποσφραγίζεται.

Πυλάδης

Ἀλλ' οὐκέθ', Ἅιδην νυμφίον κεκτημένη.

Ὀρέστης

Καὶ πῶς; Ἔχει γὰρ βαρβάρους ὀπάονας.   1110

Πυλάδης

Τίνας; Φρυγῶν γὰρ οὐδέν' ἂν τρέσαιμ' ἐγώ.

Ὀρέστης

Οἵους ἐνόπτρων καὶ μύρων ἐπιστάτας.

Πυλάδης

Τρυφὰς γὰρ ἥκει δεῦρ' ἔχουσα Τρωικάς;

Ὀρέστης

Ὥσθ' Ἑλλὰς αὐτῇ σμικρὸν οἰκητήριον.

Πυλάδης

Οὐδὲν τὸ δοῦλον πρὸς τὸ μὴ δοῦλον γένος.   1115

Ὀρέστης

Καὶ μὴν τόδ' ἔρξας δὶς θανεῖν οὐχ ἅζομαι.

Πυλάδης

Ἀλλ' οὐδ' ἐγὼ μήν, σοί γε τιμωρούμενος.

Ὀρέστης

Τὸ πρᾶγμα δήλου καὶ πέραιν', ὅπως λέγεις.

Πυλάδης

Ἔσιμεν ἐς οἴκους δῆθεν ὡς θανούμενοι.

Ὀρέστης

Ἔχω τοσοῦτον, τἀπίλοιπα δ' οὐκ ἔχω.   1120

Πυλάδης

Γόους πρὸς αὐτὴν θησόμεσθ' ἃ πάσχομεν.

Ὀρέστης

Ὥστ' ἐκδακρῦσαί γ' ἔνδοθεν κεχαρμένην.

Πυλάδης

Καὶ νῷν παρέσται ταῦθ' ἅπερ κείνῃ τότε.

Ὀρέστης

Ἔπειτ' ἀγῶνα πῶς ἀγωνιούμεθα;

Πυλάδης

Κρύπτ' ἐν πέπλοισι τοισίδ' ἕξομεν ξίφη.   1125

Ὀρέστης

Πρόσθεν δ' ὀπαδῶν τίς ὄλεθρος γενήσεται;

Πυλάδης

Ἐκκλῄσομεν σφᾶς ἄλλον ἄλλοσε στέγης.

Ὀρέστης

Καὶ τόν γε μὴ σιγῶντ' ἀποκτείνειν χρεών.

Πυλάδης

Εἶτ' αὐτὸ δηλοῖ τοὔργον οἷ τείνειν χρεών.

Ὀρέστης

Ἑλένην φονεύειν· μανθάνω τὸ σύμβολον.   1130

Πυλάδης

Ἔγνως· ἄκουσον δ' ὡς καλῶς βουλεύομαι.   1131
Εἰ μὲν γὰρ ἐς γυναῖκα σωφρονεστέραν
ξίφος μεθεῖμεν, δυσκλεὴς ἂν ἦν φόνος·
νῦν δ' ὑπὲρ ἁπάσης Ἑλλάδος δώσει δίκην,
ὧν πατέρας ἔκτειν', ὧν δ' ἀπώλεσεν τέκνα,   1135
νύμφας τ' ἔθηκεν ὀρφανὰς ξυναόρων.
Ὀλολυγμὸς ἔσται, πῦρ τ' ἀνάψουσιν θεοῖς,
σοὶ πολλὰ κἀμοὶ κέδν' ἀρώμενοι τυχεῖν,
κακῆς γυναικὸς οὕνεχ' αἷμ' ἐπράξαμεν.
Ὁ μητροφόντης δ' οὐ καλῇ ταύτην κτανών,   1140
ἀλλ' ἀπολιπὼν τοῦτ' ἐπὶ τὸ βέλτιον πεσῇ,
Ἑλένης λεγόμενος τῆς πολυκτόνου φονεύς.
Οὐ δεῖ ποτ', οὐ δεῖ, Μενέλεων μὲν εὐτυχεῖν,
τὸν σὸν δὲ πατέρα καὶ σὲ κἀδελφὴν θανεῖν,
μητέρα τε ἐῶ τοῦτ'· οὐ γὰρ εὐπρεπὲς λέγειν   1145
δόμους δ' ἔχειν σοὺς δι' Ἀγαμέμνονος δόρυ
λαβόντα νύμφην· μὴ γὰρ οὖν ζῴην ἔτι,
ἢν μὴ 'π' ἐκείνῃ φάσγανον σπασώμεθα.
Ἢν δ' οὖν τὸν Ἑλένης μὴ κατάσχωμεν φόνον,
πρήσαντες οἴκους τούσδε κατθανούμεθα.   1150
Ἑνὸς γὰρ οὐ σφαλέντες ἕξομεν κλέος,
καλῶς θανόντες ἢ καλῶς σεσῳσμένοι.

Χορός

Πάσαις γυναιξὶν ἀξία στυγεῖν ἔφυ
ἡ Τυνδαρὶς παῖς, ἣ κατῄσχυνεν γένος.

Ὀρέστης

Φεῦ·   1155
οὐκ ἔστιν οὐδὲν κρεῖσσον ἢ φίλος σαφής,
οὐ πλοῦτος, οὐ τυραννίς· ἀλόγιστον δέ τι
τὸ πλῆθος ἀντάλλαγμα γενναίου φίλου.
Σὺ γὰρ τά τ' εἰς Αἴγισθον ἐξηῦρες κακὰ
καὶ πλησίον παρῆσθα κινδύνων ἐμοί,
νῦν τ' αὖ δίδως μοι πολεμίων τιμωρίαν   1160
κοὐκ ἐκποδὼν εἶ παύσομαί σ' αἰνῶν, ἐπεὶ
βάρος τι κἀν τῷδ' ἐστίν, αἰνεῖσθαι λίαν.
Ἐγὼ δὲ πάντως ἐκπνέων ψυχὴν ἐμὴν
δράσας τι χρῄζω τοὺς ἐμοὺς ἐχθροὺς θανεῖν,
ἵν' ἀνταναλώσω μὲν οἵ με προύδοσαν,   1165
στένωσι δ' οἵπερ κἄμ' ἔθηκαν ἄθλιον.
Ἀγαμέμνονός τοι παῖς πέφυχ', ὃς Ἑλλάδος
ἦρξ' ἀξιωθείς, οὐ τύραννος, ἀλλ' ὅμως
ῥώμην θεοῦ τιν' ἔσχε· ὃν οὐ καταισχυνῶ
δοῦλον παρασχὼν θάνατον, ἀλλ' ἐλευθέρως   1170
ψυχὴν ἀφήσω, Μενέλεων δὲ τείσομαι.
Ἑνὸς γὰρ εἰ λαβοίμεθ', εὐτυχοῖμεν ἄν,
εἴ ποθεν ἄελπτος παραπέσοι σωτηρία
κτανοῦσι μὴ θανοῦσιν· εὔχομαι τάδε.
Ὃ βούλομαι γάρ, ἡδὺ καὶ διὰ στόμα   1175
πτηνοῖσι μύθοις ἀδαπάνως τέρψαι φρένα.

Ἠλέκτρα

Ἐγώ, κασίγνητ', αὐτὸ τοῦτ' ἔχειν δοκῶ,   1177
σωτηρίαν σοὶ τῷδέ τ' ἐκ τρίτων τ' ἐμοί.

Ὀρέστης

Θεοῦ λέγεις πρόνοιαν. ἀλλὰ ποῦ τόδε;
Ἐπεὶ τὸ συνετόν γ' οἶδα σῇ ψυχῇ παρόν.   1180

Ἠλέκτρα

Ἄκουε δή νυν· καὶ σὺ δεῦρο νοῦν ἔχε.

Ὀρέστης

Λέγ'· ὡς τὸ μέλλειν ἀγάθ' ἔχει τιν' ἡδονήν.

Ἠλέκτρα

Ἑλένης κάτοισθα θυγατέρ'; Εἰδότ' ἠρόμην.

Ὀρέστης

Οἶδ', ἣν ἔθρεψεν Ἑρμιόνην μήτηρ ἐμή.

Ἠλέκτρα

Αὕτη βέβηκε πρὸς Κλυταιμήστρας τάφον.   1185

Ὀρέστης

Τί χρῆμα δράσουσ'; Ὑποτίθης τίν' ἐλπίδα;

Ἠλέκτρα

Χοὰς κατασπείσουσ' ὑπὲρ μητρὸς τάφῳ.

Ὀρέστης

Καὶ δὴ τί μοι τοῦτ' εἶπας ἐς σωτηρίαν;

Ἠλέκτρα

Ξυλλάβεθ' ὅμηρον τήνδ', ὅταν στείχῃ πάλιν.

Ὀρέστης

Τίνος τόδ' εἶπας φάρμακον τρισσοῖς φίλοις;   1190

Ἠλέκτρα

Ἑλένης θανούσης, ἤν τι Μενέλεώς σε δρᾷ   1191
ἢ τόνδε κἀμέ πᾶν γὰρ ἓν φίλον τόδε
λέγ' ὡς φονεύσεις Ἑρμιόνην· ξίφος δὲ χρὴ
δέρῃ πρὸς αὐτῇ παρθένου σπάσαντ' ἔχειν.
Κἂν μέν σε σῴζῃ μὴ θανεῖν χρῄζων κόρην   1195
Ἑλένης Μενέλεως πτῶμ' ἰδὼν ἐν αἵματι,
μέθες πεπᾶσθαι πατρὶ παρθένου δέμας·
ἢν δ' ὀξυθύμου μὴ κρατῶν φρονήματος
κτείνῃ σε, καὶ σὺ σφάζε παρθένου δέρην.
Καί νιν δοκῶ, τὸ πρῶτον ἢν πολὺς παρῇ,   1200
χρόνῳ μαλάξειν σπλάγχνον· οὔτε γὰρ θρασὺς
οὔτ' ἄλκιμος πέφυκε. Τήνδ' ἡμῖν ἔχω
σωτηρίας ἔπαλξιν. Εἴρηται λόγος.

Ὀρέστης

Ὦ τὰς φρένας μὲν ἄρσενας κεκτημένη,   1204
τὸ σῶμα δ' ἐν γυναιξὶ θηλείαις πρέπον,   1205
ὡς ἀξία ζῆν μᾶλλον ἢ θανεῖν ἔφυς.
Πυλάδη, τοιαύτης ἆρ' ἁμαρτήσῃ τάλας
γυναικὸς ἢ ζῶν μακάριον κτήσῃ λέχος.

Πυλάδης

Εἰ γὰρ γένοιτο, Φωκέων δ' ἔλθοι πόλιν
καλοῖσιν ὑμεναίοισιν ἀξιουμένη.   1210

Ὀρέστης

Ἥξει δ' ἐς οἴκους Ἑρμιόνη τίνος χρόνου;
Ὡς τἄλλα γ' εἶπας, εἴπερ εὐτυχήσομεν,
κάλλισθ', ἑλόντες σκύμνον ἀνοσίου πατρός.

Ἠλέκτρα

Καὶ δὴ πέλας νιν δωμάτων εἶναι δοκῶ·
τοῦ γὰρ χρόνου τὸ μῆκος αὐτὸ συντρέχει.   1215

Ὀρέστης

Καλῶς· σὺ μέν νυν, σύγγον' Ἠλέκτρα, δόμων   1216
πάρος μένουσα παρθένου δέχου πόδα,
φύλασσε δ' ἤν τις, πρὶν τελευτηθῇ φόνος,
ἢ ξύμμαχός τις ἢ κασίγνητος πατρός,
ἐλθὼν ἐς οἴκους φθῇ, γέγωνέ τ' ἐς δόμους,   1220
ἢ σανίδα παίσασ' ἢ λόγους πέμψασ' ἔσω·
ἡμεῖς δ' ἔσω στείχοντες ἐπὶ τὸν ἔσχατον
ἀγῶν' ὁπλιζώμεσθα φασγάνῳ χέρας,
Πυλάδη· σὺ γὰρ δὴ συμπονεῖς ἐμοὶ πόνους.
Ὦ δῶμα ναίων νυκτὸς ὀρφναίας πάτερ,   1225
καλεῖ σ' Ὀρέστης παῖς σὸς ἐπίκουρον μολεῖν
τοῖς δεομένοισι. διὰ σὲ γὰρ πάσχω τάλας
ἀδίκως· προδέδομαι δ' ὑπὸ κασιγνήτου σέθεν,
δίκαια πράξας· οὗ θέλω δάμαρθ' ἑλὼν
κτεῖναι· σὺ δ' ἡμῖν τοῦδε συλλήπτωρ γενοῦ.   1230

Ἠλέκτρα

Ὦ πάτερ, ἱκοῦ δῆτ', εἰ κλύεις ἔσω χθονὸς   1231
τέκνων καλούντων, οἳ σέθεν θνῄσκουσ' ὕπερ.

Πυλάδης

Ὦ συγγένεια πατρὸς ἐμοῦ, κἀμὰς λιτάς,
Ἀγάμεμνον, εἰσάκουσον· ἔκσῳσον τέκνα.

Ὀρέστης

Ἔκτεινα μητέρα   1235

Ἠλέκτρα

Ἡψάμην δ' ἐγὼ ξίφους

Πυλάδης

Ἐγὼ δ' ἐπεβούλευσα κἀπέλυσ' ὄκνου

Ὀρέστης

Σοί, πάτερ, ἀρήγων.

Ἠλέκτρα

Οὐδ' ἐγὼ προύδωκά σε.

Πυλάδης

Οὔκουν ὀνείδη τάδε κλύων ῥύσῃ τέκνα;

Ὀρέστης

Δακρύοις κατασπένδω σε.

Ἠλέκτρα

Ἐγὼ δ' οἴκτοισί γε.

Πυλάδης

Παύσασθε, καὶ πρὸς ἔργον ἐξορμώμεθα.   1240
Εἴπερ γὰρ εἴσω γῆς ἀκοντίζουσ' ἀραί,
κλύει. Σὺ δ', ὦ Ζεῦ πρόγονε καὶ Δίκης σέβας,
δότ' εὐτυχῆσαι τῷδ' ἐμοί τε τῇδέ τε·
τρισσοῖς φίλοις γὰρ εἷς ἀγών, δίκη μία,
ἢ ζῆν ἅπασιν ἢ θανεῖν ὀφείλεται.   1245

Ἠλέκτρα

Μυκηνίδες ὦ φίλαι,
τὰ πρῶτα κατὰ Πελασγὸν ἕδος Ἀργείων.

Χορός

Τίνα θροεῖς αὐδάν, πότνια; Παραμένει   1249
γὰρ ἔτι σοι τόδ' ἐν Δαναϊδῶν πόλει.   1250

Ἠλέκτρα

Στῆθ' αἳ μὲν ὑμῶν τόνδ' ἁμαξήρη τρίβον,
αἳ δ' ἐνθάδ' ἄλλον οἶμον ἐς φρουρὰν δόμων.

Χορός

Τί δέ με τόδε χρέος ἀπύεις;
Ἔνεπέ μοι, φίλα.

Ἠλέκτρα

Φόβος ἔχει με μή τις ἐπὶ δώμασι   1255
σταθεὶς ἐπὶ φοίνιον αἷμα
πήματα πήμασιν ἐξεύρῃ.

Ἡμίχορος

Χωρεῖτ', ἐπειγώμεσθ'· ἐγὼ μὲν οὖν τρίβον
τόνδ' ἐκφυλάξω, τὸν πρὸς ἡλίου βολάς.

Ἡμίχορος

Καὶ μὴν ἐγὼ τόνδ', ὃς πρὸς ἑσπέραν φέρει.   1260

Ἠλέκτρα

Δόχμιά νυν κόρας διάφερ' ὀμμάτων.

Χορός

Ἐκεῖθεν ἐνθάδ', εἶτα παλινσκοπιὰν
ἔχομεν, ὡς θροεῖς.   1265

Ἠλέκτρα

Ἑλίσσετέ νυν βλέφαρα,
κόραισι δίδοτε πάντα διὰ βοστρύχων.

Ἡμίχορος

Ὅδε τις ἐν τρίβῳ προσέρχεται. Τίς ὅδ' ἄρ' ἀμ-   1269
φὶ μέλαθρον πολεῖ σὸν ἀγρότας ἀνήρ;   1270

Ἠλέκτρα

Ἀπωλόμεσθ' ἄρ', ὦ φίλαι· κεκρυμμένους
θῆρας ξιφήρεις αὐτίκ' ἐχθροῖσιν φανεῖ.

Ἡμίχορος

Ἄφοβος ἔχε· κενός, ὦ φίλα,
στίβος ὃν οὐ δοκεῖς.

Ἠλέκτρα

Τί δέ; Τὸ σὸν βέβαιον ἔτι μοι μένει;   1275
Δὸς ἀγγελίαν ἀγαθάν τιν',
εἰ τάδ' ἔρημα τὰ πρόσθ' αὐλᾶς.

Ἡμίχορος

Καλῶς τά γ' ἐνθένδ'. Ἀλλὰ τἀπὶ σοῦ σκόπει·
ὡς οὔτις ἡμῖν Δαναϊδῶν πελάζεται.

Ἡμίχορος

Ἐς ταὐτὸν ἥκεις· καὶ γὰρ οὐδὲ τῇδ' ὄχλος.   1280

Ἠλέκτρα

Φέρε νυν ἐν πύλαισιν ἀκοὰν βάλω.

Χορός

Τί μέλλεθ' οἱ κατ' οἶκον ἐν ἡσυχίᾳ   1284
σφάγια φοινίσσειν;   1285

Ἠλέκτρα

Οὐκ εἰσακούουσ'· ὦ τάλαιν' ἐγὼ κακῶν.   1286
Ἆρ' ἐς τὸ κάλλος ἐκκεκώφηται ξίφη;
Τάχα τις Ἀργείων ἔνοπλος ὁρμήσας
ποδὶ βοηδρόμῳ μέλαθρα προσμείξει.   1290
Σκέψασθέ νυν ἄμεινον· οὐχ ἕδρας ἀγών·
ἀλλ' αἳ μὲν ἐνθάδ', αἳ δ' ἐκεῖσ' ἑλίσσετε.

Χορός

Ἀμείβω κέλευθον σκοποῦσα πάντῃ.   1295

Ἑλένη

Ἰὼ Πελασγὸν Ἄργος, ὄλλυμαι κακῶς.

Χορός

Ἠκούσαθ'; Ἄνδρες χεῖρ' ἔχουσιν ἐν φόνῳ.
Ἑλένης τὸ κώκυμ' ἐστίν, ὡς ἀπεικάσαι.

Ἠλέκτρα

Ὦ Διός, ὦ Διὸς ἀέναον κράτος,
ἔλθ' ἐπίκουρος ἐμοῖς φίλοισι πάντως.   1300

Ἑλένη

Μενέλαε, θνῄσκω· σὺ δὲ παρών μ' οὐκ ὠφελεῖς.   1301

Ἠλέκτρα

Φονεύετε, καίνετε,
ὄλλυτε, δίπτυχα δίστομα φάσγανα
ἐκ χερὸς ἱέμενοι
τὰν λιποπάτορα λιπόγαμον, ἃ   1305
πλείστους ἔκανεν Ἑλλάνων
δορὶ παρὰ ποταμὸν ὀλομένους,
ὅθι δάκρυα δάκρυσιν ἔπεσεν
σιδαρέοισι βέλεσιν ἀμ-
φὶ τὰς Σκαμάνδρου δίνας.   1310

Χορός

Σιγᾶτε σιγᾶτ'· ᾐσθόμην κτύπου τινὸς
κέλευθον ἐσπεσόντος ἀμφὶ δώματα.

Ἠλέκτρα

Ὦ φίλταται γυναῖκες, ἐς μέσον φόνον   1313
ἥδ' Ἑρμιόνη πάρεστι· παύσωμεν βοήν.
Στείχει γὰρ ἐσπεσοῦσα δικτύων βρόχους.   1315
Καλὸν τὸ θήραμ', ἢν ἁλῷ, γενήσεται.
Πάλιν κατάστηθ' ἡσύχῳ μὲν ὄμματι,
χρόᾳ δ' ἀδήλῳ τῶν δεδραμένων πέρι·
κἀγὼ σκυθρωποὺς ὀμμάτων ἕξω κόρας,
ὡς δῆθεν οὐκ εἰδυῖα τἀξειργασμένα.   1320
Ὦ παρθέν', ἥκεις τὸν Κλυταιμήστρας τάφον
στέψασα καὶ σπείσασα νερτέροις χοάς;

Ἑρμιονη

Ἥκω, λαβοῦσα πρευμένειαν. ἀλλά μοι   1323
φόβος τις εἰσελήλυθ', ἥντιν' ἐν δόμοις
τηλουρὸς οὖσα δωμάτων κλύω βοήν.   1325

Ἠλέκτρα

Τί δ'; Ἄξι' ἡμῖν τυγχάνει στεναγμάτων.

Ἑρμιονη

Εὔφημος ἴσθι· τί δὲ νεώτερον λέγεις;

Ἠλέκτρα

Θανεῖν Ὀρέστην κἄμ' ἔδοξε τῇδε γῇ.

Ἑρμιονη

Μὴ δῆτ', ἐμοῦ γε συγγενεῖς πεφυκότας.

Ἠλέκτρα

Ἄραρ'· ἀνάγκης δ' ἐς ζυγὸν καθέσταμεν.   1330

Ἑρμιονη

Ἦ τοῦδ' ἕκατι καὶ βοὴ κατὰ στέγας;

Ἠλέκτρα

Ἱκέτης γὰρ Ἑλένης γόνασι προσπεσὼν βοᾷ

Ἑρμιονη

Τίς; Οὐδὲν οἶδα μᾶλλον, ἢν σὺ μὴ λέγῃς.

Ἠλέκτρα

Τλήμων Ὀρέστης· μὴ θανεῖν, ἐμοῦ θ' ὕπερ.

Ἑρμιονη

Ἐπ' ἀξίοισί τἄρ' ἀνευφημεῖ δόμος.   1335

Ἠλέκτρα

Περὶ τοῦ γὰρ ἄλλου μᾶλλον ἂν φθέγξαιτό τις;   1336
Ἀλλ' ἐλθὲ καὶ μετάσχες ἱκεσίας φίλοις,
σῇ μητρὶ προσπεσοῦσα τῇ μέγ' ὀλβίᾳ,
Μενέλαον ἡμᾶς μὴ θανόντας εἰσιδεῖν.
Ἀλλ', ὦ τραφεῖσα μητρὸς ἐν χεροῖν ἐμῆς,   1340
οἴκτιρον ἡμᾶς κἀπικούφισον κακῶν.
Ἴθ' εἰς ἀγῶνα δεῦρ', ἐγὼ δ' ἡγήσομαι·
σωτηρίας γὰρ τέρμ' ἔχεις ἡμῖν μόνη.

Ἑρμιονη

Δδού, διώκω τὸν ἐμὸν ἐς δόμους πόδα.
σώθηθ' ὅσον γε τοὐπ' ἐμέ.   1345

Ἠλέκτρα

Ὦ κατὰ στέγας
φίλοι ξιφήρεις, οὐχὶ συλλήψεσθ' ἄγραν;

Ἑρμιονη

Οἲ ἐγώ· τίνας τούσδ' εἰσορῶ;

Ὀρέστης

Σιγᾶν χρεών·
ἡμῖν γὰρ ἥκεις, οὐχὶ σοί, σωτηρία.

Ἠλέκτρα

Ἔχεσθ' ἔχεσθε· φάσγανον δὲ πρὸς δέρῃ   1349
βάλλοντες ἡσυχάζεθ', ὡς εἰδῇ τόδε   1350
Μενέλαος, οὕνεκ' ἄνδρας, οὐ Φρύγας κακούς,
εὑρὼν ἔπραξεν οἷα χρὴ πράσσειν κακούς.

Χορός

Ἰὼ ἰὼ φίλαι,
κτύπον ἐγείρετε, κτύπον καὶ βοὰν
πρὸ μελάθρων, ὅπως ὁ πραχθεὶς φόνος
μὴ δεινὸν Ἀργείοισιν ἐμβάλῃ φόβον,   1355
βοηδρομῆσαι πρὸς δόμους τυραννικούς,
πρὶν ἐτύμως ἴδω τὸν Ἑλένας φόνον
καθαιμακτὸν ἐν δόμοις κείμενον,
ἢ καὶ λόγον του προσπόλων πυθώμεθα·
τὰ μὲν γὰρ οἶδα συμφορᾶς, τὰ δ' οὐ σαφῶς.   1360

Χορός

Διὰ δίκας ἔβα θεῶν
νέμεσις ἐς Ἑλέναν.
Δακρύοισι γὰρ Ἑλλάδ' ἅπασαν ἔπλησε,
διὰ τὸν ὀλόμενον ὀλόμενον Ἰδαῖον
Πάριν, ὃς ἄγαγ' Ἑλλάδ' εἰς Ἴλιον.   1365
Ἀλλὰ κτυπεῖ γὰρ κλῇθρα βασιλείων δόμων,
σιγήσατ'· ἔξω γάρ τις ἐκβαίνει Φρυγῶν,
οὗ πευσόμεσθα τἀν δόμοις ὅπως ἔχει.

Φρύξ

Ἀργέϊον ξίφος ἐκ θανάτου πέφευγα   1369
βαρβάροις ἐν εὐμάρι-   1370
σιν, κεδρωτὰ παστάδων ὑπὲρ τέραμνα
Δωρικάς τε τριγλύφους,
φροῦδα φροῦδα, γᾶ γᾶ,
βαρβάροισι δρασμοῖς.
Αἰαῖ·   1375
πᾷ φύγω, ξέναι, πολιὸν αἰθέρ' ἀμ-
πτάμενος ἢ πόντον, Ὠκεανὸς ὃν
ταυρόκρανος ἀγκάλαις
ἑλίσσων κυκλοῖ χθόνα;

Χορός

Τί δ' ἔστιν, Ἑλένης πρόσπολ'. Ἰδαῖον κάρα;   1380

Φρύξ

Ἴλιον Ἴλιον, ὤμοι μοι,
Φρύγιον ἄστυ καὶ καλλίβωλον Ἴ-
δας ὄρος ἱερόν, ὥς σ' ὀλόμενον στένω
ἁρμάτειον ἁρμάτειον μέλος
βαρβάρῳ βοᾷ δι' ὀρνιθόγονον   1385
ὄμμα κυκνοπτέρου καλλοσύνας, Λήδας
σκύμνου, δυσελένας
δυσελένας,
ξεστῶν περγάμων Ἀπολλωνίων
ἐρινύν· ὀττοτοῖ·
ἰαλέμων ἰαλέμων   1390
Δαρδανία τλᾶμον Γανυμήδεος
ἱπποσύνᾳ, Διὸς εὐνέτα.

Χορός

Σαφῶς λέγ' ἡμῖν αὔθ' ἕκαστα τἀν δόμοις.
Τὰ γὰρ πρὶν οὐκ εὔγνωστα συμβαλοῦσ' ἔχω.

Φρύξ

Αἴλινον αἴλινον ἀρχὰν θανάτου   1395
βάρβαροι λέγουσιν, αἰαῖ,
Ἀσιάδι φωνᾷ, βασιλέων
ὅταν αἷμα χυθῇ κατὰ γᾶν ξίφεσιν
σιδαρέοισιν Ἅιδα.
Ἦλθον ἐς δόμους, ἵν' αὔθ' ἕ-   1400
καστά σοι λέγω, λέοντες
Ἕλλανες δύο διδύμω·
τῷ μὲν ὁ στρατηλάτας πατὴρ ἐκλῄζεθ',
ὃ δὲ παῖς Στροφίου, κακόμητις ἀνήρ,
οἷος Ὀδυσσεύς, σιγᾷ δόλιος,
πιστὸς δὲ φίλοις, θρασὺς εἰς ἀλκάν,   1405
ξυνετὸς πολέμου, φόνιός τε δράκων.
Ἔρροι τᾶς ἡσύχου
προνοίας κακοῦργος ὤν.
Οἳ δὲ πρὸς θρόνους ἔσω
μολόντες ἇς ἔγημ' ὁ τοξότας Πάρις
γυναικός, ὄμμα δακρύοις   1410
πεφυρμένοι, ταπεινοὶ
ἕζονθ', ὃ μὲν τὸ κεῖθεν, ὃ δὲ
τὸ κεῖθεν, ἄλλος ἄλλοθεν πεφραγμένοι.
Περὶ δὲ γόνυ χέρας ἱκεσίους ἔβαλον ἔβαλον
Ἑλένας ἄμφω.   1415
Ἀνὰ δὲ δρομάδες ἔθορον ἔθορον
ἀμφίπολοι Φρύγες·
προσεῖπε δ' ἄλλος ἄλλον ἐν φόβῳ πεσών,
μή τις εἴη δόλος.
Κἀδόκει τοῖς μὲν οὔ,   1420
τοῖς δ' ἐς ἀρκυστάταν
μηχανὰν ἐμπλέκειν
παῖδα τὰν Τυνδαρίδ' ὁ
μητροφόντας δράκων.

Χορός

Σὺ δ' ἦσθα ποῦ τότ'; Ἢ πάλαι φεύγεις φόβῳ,   1425

Φρύξ

Φρυγίοις ἔτυχον Φρυγίοισι νόμοις   1426
παρὰ βόστρυχον αὔραν αὔραν
Ἑλένας Ἑλένας εὐπαγεῖ
κύκλῳ πτερίνῳ πρὸ παρηίδος
ἀίσσων βαρβάροις νόμοισιν.   1430
Ἃ δὲ λίνον ἠλακάτᾳ
δακτύλοις ἕλισσεν,
νῆμα δ' ἵετο πέδῳ,
σκύλων Φρυγίων ἐπὶ τύμβον ἀγάλ-
ματα συστολίσαι χρῄζουσα λίνῳ,   1435
φάρεα πορφύρεα, δῶρα Κλυταιμήστρᾳ.
Προσεῖπεν δ' Ὀρέστας
Λάκαιναν κόραν· ὦ
Διὸς παῖ, θὲς ἴχνος
πέδῳ δεῦρ' ἀποστᾶσα κλισμοῦ,   1440
Πέλοπος ἐπὶ προπάτορος ἕδραν
παλαιᾶς ἑστίας,
ἵν' εἰδῇς λόγους ἐμούς.
Ἄγει δ' ἄγει νιν· ἃ δ' ἐφείπετ',
οὐ πρόμαντις ὧν ἔμελλεν·   1445
ὁ δὲ συνεργὸς ἄλλ' ἔπρασσ'
ἰὼν κακὸς Φωκεύς·
οὐκ ἐκποδὼν ἴτ'; Ἀλλ' ἀεὶ κακοὶ Φρύγες.
Ἔκλῃσε δ' ἄλλον ἄλλοσ' ἐν
στέγαισι· τοὺς μὲν ἐν σταθμοῖ-
σιν ἱππικοῖσι, τοὺς δ' ἐν ἐξ-
έδραισι, τοὺς δ' ἐκεῖσ' ἐκεῖθεν ἄλλον ἄλ-   1450
λοσε διαρμόσας ἀποπρὸ δεσποίνας.

Χορός

`Τί τοὐπὶ τῷδε συμφορᾶς ἐγίγνετο;

Φρύξ

Ἰδαία μᾶτερ   1453
μᾶτερ ὀβρίμα ὀβρίμα,
αἰαὶ φονίων παθέων ἀνόμων   1455
τε κακῶν ἅπερ ἔδρακον ἔδρακον
ἐν δόμοις τυράννων.
Ἀμφιπορφυρέων πέπλων
ὑπὸ σκότου ξίφη σπάσα-
ντες ἄλλος ἄλλοσ' ἐν χεροῖν
δίνασεν ὄμμα, μή τις παρὼν τύχοι.
Ὡς κάπροι δ' ὀρέστεροι γυ-   1460
ναικὸς ἀντίοι σταθέντες
ἐννέπουσι· Κατθανῇ
κατθανῇ,
κακός σ' ἀποκτείνει πόσις,
κασιγνήτου προδοὺς
ἐν Ἄργει θανεῖν γόνον.
Ἃ δ' ἀνίαχεν ἴ-   1465
αχεν· Ὤμοι μοι.
Λευκὸν δ' ἐμβαλοῦσα πῆχυν στέρνοις
κτύπησε κρᾶτα μέλεον πλαγᾷ·
φυγᾷ δὲ ποδὶ τὸ χρυσεοσάνδαλον
ἴχνος ἔφερεν ἔφερεν· ἐς
κόμας δὲ δακτύλους δικὼν Ὀρέστας,
Μυκηνίδ' ἀρβύλαν προβάς,   1470
ὤμοις ἀριστεροῖσιν ἀνακλάσας δέρην,
παίειν λαιμῶν ἔμελ-
[1472β] λεν εἴσω μέλαν ξίφος.

Χορός

Ποῦ δ' ἦτ' ἀμύνειν οἱ κατὰ στέγας Φρύγες;

 Φρύξ

Ἰαχᾷ   1473
δόμων θύρετρα καὶ σταθμοὺς
μοχλοῖσιν ἐκβαλόντες, ἔνθ' ἐμίμνομεν,
βοηδρομοῦμεν ἄλλος ἄλλοθεν στέγης,   1475
ὃ μὲν πέτρους, ὃ δ' ἀγκύλας,
ὃ δὲ ξίφος πρόκωπον ἐν χεροῖν ἔχων.
Ἔναντα δ' ἦλθε Πυλάδης
ἀλίαστος, οἷος οἷος Ἕκ-
τωρ ὁ Φρύγιος ἢ τρικόρυθος Αἴας,   1480
ὃν εἶδον εἶδον ἐν πύλαις
Πριαμίσι· φασγάνων δ' ἀκμὰς
συνήψαμεν.
Δὴ τότε διαπρεπεῖς τότ' ἐγένοντο Φρύγες,
ὅσον Ἄρεως ἀλκὰν
ἥσσονες Ἑλλάδος ἐγενόμεθ' αἰχμᾶς,   1485
ὃ μὲν οἰχόμενος φυγάς, ὃ δὲ νέκυς ὤν,
ὃ δὲ τραῦμα φέρων, ὃ δὲ λισσόμενος,
θανάτου προβολάν·
ὑπὸ σκότον δ' ἐφεύγομεν·
νεκροὶ δ' ἔπιπτον, οἳ δ' ἔμελλον, οἳ δ' ἔκειντ'.
Ἔμολε δ' ἁ τάλαιν' Ἑρμιόνα δόμους   1490
ἐπὶ φόνῳ χαμαιπετεῖ ματρός, ἅ
νιν ἔτεκεν τλάμων.
Ἄθυρσοι δ'
οἷά νιν δραμόντε Βάκχαι
σκύμνον ἐν χεροῖν ὀρείαν
ξυνήρπασαν· πάλιν δὲ τὰν Διὸς κόραν
ἐπὶ σφαγὰν ἔτεινον· ἃ δ'
ἐκ θαλάμων
ἐγένετο διαπρὸ δωμάτων   1495
ἄφαντος, ὦ Ζεῦ καὶ γᾶ
καὶ φῶς καὶ νύξ,
ἤτοι φαρμάκοισιν ἢ
μάγων τέχναις ἢ θεῶν κλοπαῖς.
Τὰ δ' ὕστερ' οὐκέτ' οἶδα· δρα-
πέτην γὰρ ἐξέκλεπτον ἐκ δόμων πόδα.
Πολύπονα δὲ πολύπονα πάθεα   1500
Μενέλεως ἀνασχόμενος ἀνόνητον ἀ-
πὸ Τροίας ἔλαβε τὸν Ἑλένας γάμον.

Χορός

Καὶ μὴν ἀμείβει καινὸν ἐκ καινῶν τόδε·   1503
ξιφηφόρον γὰρ εἰσορῶ πρὸ δωμάτων
βαίνοντ' Ὀρέστην ἐπτοημένῳ ποδί.   1505

Ὀρέστης

Ποῦ 'στιν οὗτος ὃς πέφευγεν ἐκ δόμων τοὐμὸν ξίφος;

Φρύξ

Προσκυνῶ σ', ἄναξ, νόμοισι βαρβάροισι προσπίτνων.

Ὀρέστης

Οὐκ ἐν Ἰλίῳ τάδ' ἐστίν, ἀλλ' ἐν Ἀργείᾳ χθονί.

Φρύξ

Πανταχοῦ ζῆν ἡδὺ μᾶλλον ἢ θανεῖν τοῖς σώφροσιν.

Ὀρέστης

Οὔτι που κραυγὴν ἔθηκας Μενέλεῳ βοηδρομεῖν;   1510

Φρύξ

Σοὶ μὲν οὖν ἔγωγ' ἀμύνειν· ἀξιώτερος γὰρ εἶ.

Ὀρέστης

Ἐνδίκως ἡ Τυνδάρειος ἆρα παῖς διώλετο;

Φρύξ

Ἐνδικώτατ', εἴ γε λαιμοὺς εἶχε τριπτύχους θανεῖν.

Ὀρέστης

Δειλίᾳ γλώσσῃ χαρίζῃ, τἄνδον οὐχ οὕτω φρονῶν.

Φρύξ

Οὐ γάρ, ἥτις Ἑλλάδ' αὐτοῖς Φρυξὶ διελυμήνατο;   1515

Ὀρέστης

Ὄμοσον εἰ δὲ μή, κτενῶ σε μὴ λέγειν ἐμὴν χάριν.

Φρύξ

Τὴν ἐμὴν ψυχὴν κατώμοσ', ἣν ἂν εὐορκοῖμ' ἐγώ.

Ὀρέστης

Ὧδε κἀν Τροίᾳ σίδηρος πᾶσι Φρυξὶν ἦν φόβος;

Φρύξ

Ἄπεχε φάσγανον· πέλας γὰρ δεινὸν ἀνταυγεῖ φόνον.

Ὀρέστης

Μὴ πέτρος γένῃ δέδοικας ὥστε Γοργόν' εἰσιδών;   1520

Φρύξ

Μὴ μὲν οὖν νεκρός· τὸ Γοργοῦς δ' οὐ κάτοιδ' ἐγὼ κάρα.

Ὀρέστης

Δοῦλος ὢν φοβῇ τὸν Ἅιδην, ὅς σ' ἀπαλλάξει κακῶν;

Φρύξ

Πᾶς ἀνήρ, κἂν δοῦλος ᾖ τις, ἥδεται τὸ φῶς ὁρῶν.

Ὀρέστης

Εὖ λέγεις· σῴζει σε σύνεσις. Ἀλλὰ βαῖν' ἔσω δόμων.

Φρύξ

Οὐκ ἄρα κτενεῖς με;   1525

Ὀρέστης

Ἀφεῖσαι.

Φρύξ

Καλὸν ἔπος λέγεις τόδε.

Ὀρέστης

Ἀλλὰ μεταβουλευσόμεσθα.

Φρύξ

Τοῦτο δ' οὐ καλῶς λέγεις.

Ὀρέστης

Μῶρος, εἰ δοκεῖς με τλῆναι σὴν καθαιμάξαι δέρην·   1527
οὔτε γὰρ γυνὴ πέφυκας οὔτ' ἐν ἀνδράσιν σύ γ' εἶ.
Τοῦ δὲ μὴ στῆσαί σε κραυγὴν οὕνεκ' ἐξῆλθον δόμων·
ὀξὺ γὰρ βοῆς ἀκοῦσαν Ἄργος ἐξεγείρεται.   1530
Μενέλεων δ' οὐ τάρβος ἡμῖν ἀναλαβεῖν ἔσω ξίφους·
ἀλλ' ἴτω ξανθοῖς ἐπ' ὤμων βοστρύχοις γαυρούμενος·
εἰ γὰρ Ἀργείους ἐπάξει τοῖσδε δώμασιν λαβών,
τὸν Ἑλένης φόνον διώκων, κἀμὲ μὴ σῴζειν θέλει
σύγγονόν τ' ἐμὴν Πυλάδην τε τὸν τάδε ξυνδρῶντά μοι,   1535
παρθένον τε καὶ δάμαρτα δύο νεκρὼ κατόψεται.

Χορός

Ἰὼ ἰὼ τύχα,   1537
ἕτερον εἰς ἀγῶν', ἕτερον αὖ δόμος
φοβερὸν ἀμφὶ τοὺς Ἀτρείδας πίτνει.
Τί δρῶμεν; Ἀγγέλλωμεν ἐς πόλιν τάδε;
Ἢ σῖγ' ἔχωμεν; Ἀσφαλέστερον, φίλαι.   1540
Ἴδε πρὸ δωμάτων ἴδε προκηρύσσει
θοάζων ὅδ' αἰθέρος ἄνω καπνός.
Ἅπτουσι πεύκας, ὡς πυρώσοντες δόμους
τοὺς Τανταλείους, οὐδ' ἀφίστανται φόνου.
Τέλος ἔχει δαίμων βροτοῖς,   1545
[1545β] τέλος ὅπᾳ θέλῃ.
Μεγάλα δέ τις ἁ δύναμις δι' ἀλαστόρων
ἔπεσ' ἔπεσε μέλαθρα τάδε δι' αἱμάτων
διὰ τὸ Μυρτίλου πέσημ' ἐκ δίφρου.

Χορός

Ἀλλὰ μὴν καὶ τόνδε λεύσσω Μενέλεων δόμων πέλας
ὀξύπουν, ᾐσθημένον που τὴν τύχην ἣ νῦν πάρα.   1550
Οὐκέτ' ἂν φθάνοιτε κλῇθρα συμπεραίνοντες μοχλοῖς,
ὦ κατὰ στέγας Ἀτρεῖδαι. Δεινὸν εὐτυχῶν ἀνὴρ
πρὸς κακῶς πράσσοντας, ὡς σὺ νῦν, Ὀρέστα, δυστυχεῖς.

Μενέλαος

Ἥκω κλύων τὰ δεινὰ καὶ δραστήρια   1554
δισσοῖν λεόντοιν· οὐ γὰρ ἄνδρ' αὐτὼ καλῶ.   1555
Ἤκουσα γὰρ δὴ τὴν ἐμὴν ξυνάορον
ὡς οὐ τέθνηκεν, ἀλλ' ἄφαντος οἴχεται
κενὴν ἀκούσας βάξιν, ἣν φόβῳ σφαλεὶς
ἤγγειλέ μοί τις. Ἀλλὰ τοῦ μητροκτόνου
τεχνάσματ' ἐστὶ ταῦτα καὶ πολὺς γέλως.   1560
Ἀνοιγέτω τις δῶμα· προσπόλοις λέγω
ὠθεῖν πύλας τάσδ', ὡς ἂν ἀλλὰ παῖδ' ἐμὴν
ῥυσώμεθ' ἀνδρῶν ἐκ χερῶν μιαιφόνων,
καὶ τὴν τάλαιναν ἀθλίαν δάμαρτ' ἐμὴν
λάβωμεν, ᾗ δεῖ ξυνθανεῖν ἐμῇ χερὶ   1565
τοὺς διολέσαντας τὴν ἐμὴν ξυνάορον.

Ὀρέστης

Οὗτος σύ, κλῄθρων τῶνδε μὴ ψαύσῃς χερί·
Μενέλαον εἶπον, ὃς πεπύργωσαι θράσει·
ἢ τῷδε θριγκῷ κρᾶτα συνθραύσω σέθεν,
ῥήξας παλαιὰ γεῖσα, τεκτόνων πόνον.   1570
Μοχλοῖς δ' ἄραρε κλῇθρα, σῆς βοηδρόμου
σπουδῆς ἅ σ' εἴρξει, μὴ δόμων ἔσω περᾶν.

Μενέλαος

Ἔα, τί χρῆμα; Λαμπάδων ὁρῶ σέλας,   1573
δόμων δ' ἐπ' ἄκρων τούσδε πυργηρουμένους,
ξίφος δ' ἐμῆς θυγατρὸς ἐπίφρουρον δέρῃ.   1575

Ὀρέστης

Πότερον ἐρωτᾶν ἢ κλύειν ἐμοῦ θέλεις;

Μενέλαος

Οὐδέτερ'· ἀνάγκη δ', ὡς ἔοικε, σου κλύειν.

Ὀρέστης

Μέλλω κτενεῖν σου θυγατέρ', εἰ βούλῃ μαθεῖν.

Μενέλαος

Ἑλένην φονεύσας ἐπὶ φόνῳ πράσσεις φόνον;

Ὀρέστης

Εἰ γὰρ κατέσχον μὴ θεῶν κλεφθεὶς ὕπο.   1580

Μενέλαος

Ἀρνῇ κατακτὰς κἀφ' ὕβρει λέγεις τάδε;

Ὀρέστης

Λυπράν γε τὴν ἄρνησιν· εἰ γὰρ ὤφελον

Μενέλαος

Τί χρῆμα δρᾶσαι; παρακαλεῖς γὰρ ἐς φόβον.

Ὀρέστης

Τὴν Ἑλλάδος μιάστορ' εἰς Ἅιδου βαλεῖν.

Μενέλαος

Ἀπόδος δάμαρτος νέκυν, ὅπως χώσω τάφῳ.   1585

Ὀρέστης

Θοὺς ἀπαίτει. παῖδα δὲ κτενῶ σέθεν.

Μενέλαος

Ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον;

Ὀρέστης

Ὁ πατρὸς ἀμύντωρ, ὃν σὺ προύδωκας θανεῖν.

Μενέλαος

Οὐκ ἤρκεσέν σοι τὸ παρὸν αἷμα μητέρος;

Ὀρέστης

Οὐκ ἂν κάμοιμι τὰς κακὰς κτείνων ἀεί.   1590

Μενέλαος

Ἦ καὶ σύ, Πυλάδη, τοῦδε κοινωνεῖς φόνου;

Ὀρέστης

Φησὶν σιωπῶν· ἀρκέσω δ' ἐγὼ λέγων.

Μενέλαος

Ἀλλ' οὔτι χαίρων, ἤν γε μὴ φύγῃς πτεροῖς.

Ὀρέστης

Οὐ φευξόμεσθα· πυρὶ δ' ἀνάψομεν δόμους.

Μενέλαος

Ἦ γὰρ πατρῷον δῶμα πορθήσεις τόδε;   1595

Ὀρέστης

Ὡς μή γ' ἔχῃς σύ, τήνδ' ἐπισφάξας πυρί.

Μενέλαος

Κτεῖν'· ὡς κτανών γε τῶνδέ μοι δώσεις δίκην.

Ὀρέστης

Ἔσται τάδε.

Μενέλαος

Ἆ ἆ, μηδαμῶς δράσῃς τάδε.

Ὀρέστης

Σίγα νυν, ἀνέχου δ' ἐνδίκως πράσσων κακῶς.

Μενέλαος

Ἦ γὰρ δίκαιον ζῆν σε;   1600

Ὀρέστης

Καὶ κρατεῖν γε γῆς.

Μενέλαος

Ποίας;

Ὀρέστης

Ἐν Ἄργει τῷδε τῷ Πελασγικῷ.

Μενέλαος

Εὖ γοῦν θίγοις ἂν χερνίβων

Ὀρέστης

Τί δὴ γὰρ οὔ;

Μενέλαος

Καὶ σφάγια πρὸ δορὸς καταβάλοις.

Ὀρέστης

Σὺ δ' ἂν καλῶς;

Μενέλαος

Ἁγνὸς γάρ εἰμι χεῖρας.

Ὀρέστης

Ἀλλ' οὐ τὰς φρένας.

Μενέλαος

Τίς δ' ἂν προσείποι σέ;   1605

Ὀρέστης

Ὅστις ἐστὶ φιλοπάτωρ.

Μενέλαος

Ὅστις δὲ τιμᾷ μητέρα;

Ὀρέστης

Εὐδαίμων ἔφυ.

Μενέλαος

Οὔκουν σύ γε.

Ὀρέστης

Οὐ γὰρ ἁνδάνουσιν αἱ κακαί.

Μενέλαος

Ἄπαιρε θυγατρὸς φάσγανον.

Ὀρέστης

Ψευδὴς ἔφυς.

Μενέλαος

Ἀλλὰ κτενεῖς μου θυγατέρα;

Ὀρέστης

Οὐ ψευδὴς ἔτ' εἶ.

Μενέλαος

Οἴμοι, τί δράσω;   1610

Ὀρέστης

Πεῖθ' ἐς Ἀργείους μολὼν

Μενέλαος

Πειθὼ τίνα;

Ὀρέστης

Ἡμᾶς μὴ θανεῖν· αἰτοῦ πόλιν.

Μενέλαος

Ἢ παῖδά μου φονεύσετε;

Ὀρέστης

Ὧδ' ἔχει τάδε.

Μενέλαος

Ὦ τλῆμον Ἑλένη

Ὀρέστης

Τἀμὰ δ' οὐχὶ τλήμονα;

Μενέλαος

Σὲ σφάγιον ἐκόμισ' ἐκ Φρυγῶν

Ὀρέστης

Εἰ γὰρ τόδ' ἦν.

Μενέλαος

Πόνους πονήσας μυρίους.   1615

Ὀρέστης

Πλήν γ' εἰς ἐμέ.

Μενέλαος

Πέπονθα δεινά.

Ὀρέστης

Τότε γὰρ ἦσθ' ἀνωφελής.

Μενέλαος

Ἔχεις με.

Ὀρέστης

Σαυτὸν σύ γ' ἔλαβες κακὸς γεγώς.
Ἀλλ' εἶ', ὕφαπτε δώματ', Ἠλέκτρα, τάδε·
σύ τ', ὦ φίλων μοι τῶν ἐμῶν σαφέστατε,
Πυλάδη, κάταιθε γεῖσα τειχέων τάδε.   1620

Μενέλαος

Ὦ γαῖα Δαναῶν ἱππίου τ' Ἄργους κτίται,
οὐκ εἶ' ἐνόπλῳ ποδὶ βοηδρομήσετε;
Πᾶσαν γὰρ ὑμῶν ὅδε βιάζεται πόλιν
ζῆν, αἷμα μητρὸς μυσαρὸν ἐξειργασμένος.

 Ἀπόλλων

Μενέλαε, παῦσαι λῆμ' ἔχων τεθηγμένον·   1625
Φοῖβός σ' ὁ Λητοῦς παῖς ὅδ' ἐγγὺς ὢν καλῶ·
σύ θ' ὃς ξιφήρης τῇδ' ἐφεδρεύεις κόρῃ,
Ὀρέσθ', ἵν' εἰδῇς οὓς φέρων ἥκω λόγους.
Ἑλένην μὲν ἣν σὺ διολέσαι πρόθυμος ὢν
ἥμαρτες, ὀργὴν Μενέλεῳ ποιούμενος,   1630
ἥδ' ἐστίν, ἣν ὁρᾶτ' ἐν αἰθέρος πτυχαῖς,
σεσῳσμένη τε κοὐ θανοῦσα πρὸς σέθεν.
Ἐγώ νιν ἐξέσῳσα κἀπὸ φασγάνου
τοῦ σοῦ κελευσθεὶς ἥρπασ' ἐκ Διὸς πατρός.
Ζηνὸς γὰρ οὖσαν ζῆν νιν ἄφθιτον χρεών,   1635
Κάστορί τε Πολυδεύκει τ' ἐν αἰθέρος πτυχαῖς
σύνθακος ἔσται, ναυτίλοις σωτήριος.
Ἄλλην δὲ νύμφην ἐς δόμους κτῆσαι λαβών,
ἐπεὶ θεοὶ τῷ τῆσδε καλλιστεύματι
Ἕλληνας εἰς ἓν καὶ Φρύγας συνήγαγον,   1640
θανάτους τ' ἔθηκαν, ὡς ἀπαντλοῖεν χθονὸς
ὕβρισμα θνητῶν ἀφθόνου πληρώματος.
Τὰ μὲν καθ' Ἑλένην ὧδ' ἔχει· σὲ δ' αὖ χρεών,
Ὀρέστα, γαίας τῆσδ' ὑπερβαλόνθ' ὅρους
Παρράσιον οἰκεῖν δάπεδον ἐνιαυτοῦ κύκλον.   1645
Κεκλήσεται δὲ σῆς φυγῆς ἐπώνυμον
Ἀζᾶσιν Ἀρκάσιν τ' Ὀρέστειον καλεῖν.
Ἐνθένδε δ' ἐλθὼν τὴν Ἀθηναίων πόλιν
δίκην ὑπόσχες αἵματος μητροκτόνου
Εὐμενίσι τρισσαῖς· θεοὶ δέ σοι δίκης βραβῆς   1650
πάγοισιν ἐν Ἀρείοισιν εὐσεβεστάτην
ψῆφον διοίσουσ', ἔνθα νικῆσαί σε χρή.
Ἐφ' ἧς δ' ἔχεις, Ὀρέστα, φάσγανον δέρῃ,
γῆμαι πέπρωταί σ' Ἑρμιόνην· ὃς δ' οἴεται
Νεοπτόλεμος γαμεῖν νιν, οὐ γαμεῖ ποτε.   1655
Θανεῖν γὰρ αὐτῷ μοῖρα Δελφικῷ ξίφει,
δίκας Ἀχιλλέως πατρὸς ἐξαιτοῦντά με.
Πυλάδῃ δ' ἀδελφῆς λέκτρον, ὥς ποτ' ᾔνεσας,
δός· ὁ δ' ἐπιών νιν βίοτος εὐδαίμων μένει.
Ἄργους δ' Ὀρέστην, Μενέλεως, ἔα κρατεῖν,   1660
ἐλθὼν δ' ἄνασσε Σπαρτιάτιδος χθονός,
φερνὰς ἔχων δάμαρτος, ἥ σε μυρίοις
πόνοις διδοῦσα δεῦρ' ἀεὶ διήνυσεν.
Τὰ πρὸς πόλιν δὲ τῷδ' ἐγὼ θήσω καλῶς,
ὅς νιν φονεῦσαι μητέρ' ἐξηνάγκασα.   1665

Ὀρέστης

Ὦ Λοξία μαντεῖε, σῶν θεσπισμάτων.   1666
Οὐ ψευδόμαντις ἦσθ' ἄρ', ἀλλ' ἐτήτυμος.
Καίτοι μ' ἐσῄει δεῖμα, μή τινος κλύων
ἀλαστόρων δόξαιμι σὴν κλύειν ὄπα.
Ἀλλ' εὖ τελεῖται, πείσομαι δὲ σοῖς λόγοις.   1670
Ἰδού, μεθίημ' Ἑρμιόνην ἀπὸ σφαγῆς,
καὶ λέκτρ' ἐπῄνεσ', ἡνίκ' ἂν διδῷ πατήρ.

Μενέλαος

Ὦ Ζηνὸς Ἑλένη χαῖρε παῖ· ζηλῶ δέ σε   1673
θεῶν κατοικήσασαν ὄλβιον δόμον.
Ὀρέστα, σοὶ δὲ παῖδ' ἐγὼ κατεγγυῶ,   1675
Φοίβου λέγοντος· εὐγενὴς δ' ἀπ' εὐγενοῦς
γήμας ὄναιο καὶ σὺ χὡ διδοὺς ἐγώ.

Ἀπόλλων

Χωρεῖτέ νυν ἕκαστος οἷ προστάσσομεν,
νείκας τε διαλύεσθε.

Μενέλαος

Πείθεσθαι χρεών.

Ὀρέστης

Κἀγὼ τοιοῦτος· σπένδομαι δὲ συμφοραῖς,   1680
Μενέλαε, καὶ σοῖς, Λοξία, θεσπίσμασιν.

Ἀπόλλων

Ἴτε νυν καθ' ὁδόν, τὴν καλλίστην   1682
θεῶν Εἰρήνην τιμῶντες· ἐγὼ δ'
Ἑλένην Δίοις μελάθροις πελάσω,
λαμπρῶν ἄστρων πόλον ἐξανύσας,   1685
ἔνθα παρ' Ἥρᾳ τῇ θ' Ἡρακλέους
Ἥβῃ πάρεδρος θεὸς ἀνθρώποις
ἔσται σπονδαῖς ἔντιμος ἀεί,
σὺν Τυνδαρίδαις, τοῖς Διὸς υἱοῖς,
ναύταις μεδέουσα θαλάσσης.   1690

Χορός

Ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.