User:Люа Твардовська/Астрологічні визначення. Серапіо Олександрійський

From Meta, a Wikimedia project coordination wiki
Ласкаво просимо на Вікі Елліністична астрологія,

спільного проекту перекладу стародавніх астрологічних текстів з the Hellenistic Astrology Wiki,.

В кожного має бути можливість стояти на плечах у Титанів астрологічної науки



Вам потрібно дізнатися, як редагувати сторінки на цьому сайті?
Допоміжні ресурси для перекладу з грецької
Тут дозволено дублювати переклад Серапіо або користуватися форумом як чернеткою

Проекти перекладів[edit]

Астрологічні визначення. Серапіо Олександрійський
CCAG 8, частина 4, стор 225-232: 1
Введення грецького тексту: Едуардо Грамаглія
Перекладачі:
Люа Твардовська
Станьте наступним :)
Грецький текст Переклад
1/ Χρηματιστικὰ ζῴδια [γίνεται ἢ] λέγεται τὰ δʹ κέντρα καὶ αἱ τούτων ἐπαναφοραί. 1/ Прибутковими називають чотирі центральні (кутові) та пофторні (ἐπαναφοραί ) дома (ζῴδια ).
Χρηματίζοντες <ἀστέρες> λέγονται οἱ ἐπὶ δυνάμεως ἐπίκεντροι ἢ ἐπίκληροι καὶ οἱ ἐπὶ φάσεως ἢ οἱ τρίγωνοι ῾Ηλίου γινόμενοι. Прибутковими зірками називають ті які при владі в епіцентрі (в кутовому) в багатьох фасах або в тринах до Сонця.
συγχρηματίζοντες δὲ οἱ κοινῶς ἔγκεντροι ἢ ἔγκληροι καὶ οἱ ἐπὶ φάσεως. Спільні - ті які затвердженні в центрі (спільно кутові), з умовно злочинними (ἔγκληροι) і в різних фасах.
ἀχρημάτιστοι δέ εἰσιν οἱ μὴ οὕτως ἔχοντες. Неприбуткові - ті які не мають таких умов.--Люа Твардовська (talk) 21:44, 4 May 2012 (UTC)
2/ Βοηθοὶ δὲ λέγονται ἀστέρες οἱ συλλαμβανόμενοι ἢ ἐπιμαρτυροῦντες ἢ μεσεμβολοῦντες. 2/ Помічники Βοηθοὶ (benefactors) - називаються ті зірки, які захопленні стверджують (ἐπιμαρτυροῦντες) або втручаются.
Συνεργοί εἰσιν οἱ συνοδεύοντες, ὑπουργοὶ δὲ οἱ συμβάλλοντες. Спільники - ті які умовно спільно рухаются ( συνοδεύοντες) і є соучасниками (συμβάλλοντες - сприяють один одному).--Люа Твардовська (talk) 21:44, 4 May 2012 (UTC)
3/ Συμπαθεῖς εἰσιν οἱ κατ’ ἴσον ἀπέχοντες κατ’ ἐπιθεώρησιν ἀλλήλων σύμφωνοι· 3/ Симпатія (Συμπαθεῖς (Sympathetic)) правителів ( ἀπέχοντες) утримують буття один до одного аспектом погодженні близкістю небесних тіл (ἀσυμπαθεῖς)
ἀσυμπαθεῖς δὲ οἱ κατὰ μηδένα τρόπον ἐπιθεωροῦντες ἀλλήλους, ὅπερ γίνεται ἐκ τῆς τῶν ἀσυνδέτων ζῳδίων ἀποστροφίας · Несимпатичні Не в злагоді (неприйняття) (ἀποστροφίας) в нульовому(нічого) (μηδένα) злочинно орентовані один до одного незвязанні ( ἀσυνδέτων) в зодіаку (ζῳδίων)
ἐστὶν δὲ [τὰ] ἀσύνδετα τὰ παρ’ ἑκάτερα καὶ τὰ διὰ Ϛʹ καὶ ηʹ ζῳδίων ἀριθμούμενα. Не повязані (ἀ-σύν-δετος) поруч кожна з двох (ἑκάτερα) 6 або 8 номерованих (ἀριθμούμενα) знаках. --Люа Твардовська (talk) 22:17, 4 May 2012 (UTC)
3/ Συμπαθεῖς εἰσιν οἱ κατ’ ἴσον ἀπέχοντες κατ’ ἐπιθεώρησιν ἀλλήλων σύμφωνοι· Поки немає
ἀσυμπαθεῖς δὲ οἱ κατὰ μηδένα τρόπον ἐπιθεωροῦντες ἀλλήλους, ὅπερ γίνεται ἐκ τῆς τῶν ἀσυνδέτων ζῳδίων ἀποστροφίας · Поки немає
ἐστὶν δὲ [τὰ] ἀσύνδετα τὰ παρ’ ἑκάτερα καὶ τὰ διὰ Ϛʹ καὶ ηʹ ζῳδίων ἀριθμούμενα. Поки немає
4/ Προστάσσειν λέγεται, ὅταν ἐν ἰδίῳ οἴκῳ ἄστηρ ὑπὲρ γῆς ἐπίκεντρος τύχῃ καὶ τὰ δύο φώτα ἐπιθεωρῇ χρηματίζων· Поки немає
διὸ λέγεται προστάσσων ὅταν καὶ ἐν ἰδίῳ οἴκῳ ἐπίκεντρος τύχῃ καὶ συσχηματίζηται τῇ Σελήνῃ· ἐάν τις τύχῃ τῶν εʹ ἀστέρων ἐπίκεντρος, μὴ <ἐπι>μαρτυρῶν τῇ Σελήνῃ, χρηματίζει· Поки немає
ἐὰν δὲ καὶ ἐπιμαρτυρεῖ τῇ Σελήνῃ τρίγωνος ἢ τετράγωνος ἢ διάμετρος, προστάσσει· Поки немає
ἐὰν δὲ ὡροσκοπῇ ῞Ηλιος, προστάσσει· ἐὰν δὲ καὶ ἡ Σελήνη αὐτῷ τύχῃ τρίγωνος, καὶ προστάσσει καὶ χρηματίζει ὁ ῞Ηλιος. Поки немає
5/ ᾿Ισχύοντες λέγονται ἀστέρες οἱ ἐπὶ τῶν ἐπικαίρων τῆς γενέσεως τόπων τυχόντες, τουτέστι ἐπίκεντροι, καὶ οἱ ἐπὶ φάσεως καὶ οἱ ἐπίκληροι καὶ οἱ ἐν ταῖς συνόδοις ἀκριβῶς ὄντες. Поки немає
Κακοῦται ἀστὴρ ὅταν μὴ εἰς ἁρμόζοντα τύχῃ παρὼν ἢ περιέχηται ὑπὸ κακοποιῶν ἢ κατ’ ἐναντίον ἢ ἐπιδέκατον. ὅτι ἀγαθοποιὰ ζῴδια εἰσὶν ὁ ὡροσκόπος, τὸ μεσουράνημα, ιαʹ, εʹ, θεός, θεά· Поки немає
κακοποιὰ δὲ βʹ, δʹ, Ϛʹ, ζʹ, <ηʹ>, ιβʹ.

Προσνεύων λέγεται ὁ ἀκολουθῶν τῷ προερχομένῳ. || Поки немає

6/ ῾Ομοροοῦν λέγεται ζῴδιον τῇ σελήνῃ τὸ ἐπαναφερόμενον ἐφ’ ὃ φέρεται· τὸ γὰρ αὐτὸ καὶ παράκολλον καλεῖται. Поки немає
ἀποσαλεῦον δὲ τὸ μηδὲ ὁροούμενον ὑπὸ τῆς Σελήνης ζῴδιον. Поки немає
7/ Τὴν κατὰ κράτος καθυπερτέρησιν λέγουσιν ὅταν ἐπὶ τοῦ <ἐννάτου> ζῳδίου γένηται ἀστήρ· Поки немає
ὅταν δὲ μηδεὶς παρῇ ἐπὶ τοῦ ἐννάτου, ἰσχύει· γίνονται δὲ καθυπερτερήσεις καὶ μοιρικαὶ τὸν τρόπον τοῦτον· Поки немає
ὅταν δύο ἀστέρες ἐν τῷ αὐτῷ ζῳδίῳ τύχωσιν καὶ ὁ μὲν ἐλάσσονας μοίρας ἐπέχων τὸν τὰς πλείονας μοίρας ἔχοντα καθυπερτερεῖ. Поки немає
οἷον ἔστω τὸν τοῦ ῾Ερμοῦ ἀστέρα εἶναι Κριῷ περὶ μοῖραν ιʹ, τὸν δὲ τοῦ Κρόνου ἐν τῷ αὐτῷ ζῳδίῳ περὶ μοῖραν κεʹ· δῆλον ὅτι ὁ τοῦ ῾Ερμοῦ τὸν τοῦ Κρόνου μοιρικῶς καθυπερτερεῖ. Приклад
8/ ᾿Εν ἰδίαις λαμπήναις λέγονται οἱ ἀστέρες ὅταν ἐπὶ τῶν ἰδίων ὑψωμάτων τύχωσι. Приклад
Δορυφόροι ἀστέρες λέγονται ἑῷοι μὲν <οἱ> προαναφερόμενοι ῾Ηλίῳ, ἑσπέριοι δὲ οἱ προανατέλλοντες μὲν ῾Ηλίῳ, τῇ δὲ Σελήνῃ ἐπαναφερόμενοι. Приклад
9/ Αἱ πρὸ ῾Ηλίου ιεʹ <μοῖραι> εὐσεβῶν λέγονται, ὡς ἀπολελυμέναι ἤδη τῶν τοῦ ῾Ηλίου αὐγῶν· αἱ δὲ μεθ’ ῾Ηλίου μοῖραι ιεʹ ἀσεβῶν, ὅτι οἱ ἐκεῖ εὑρισκόμενοι ἀστέρες ἀδρανέστεροί εἰσιν ὑποπεπτωκότες ταῖς τοῦ ῾Ηλίου αὐγαῖς. Приклад
Σελήνης ἑσπερία ἀνατολὴ λέγεται, ὅταν ἀπὸ συνόδου φέρηται μέχρι πανσελήνου, ἑῴα δὲ ἀνατολὴ ἀπὸ πανσελήνου μέχρι συνόδου. Приклад
10/ ᾿Αρχέτυπος λέγεται ὁ καλούμενος κλῆρος τύχης, τὰ δὲ τούτου τετράγωνα ὑπόστασις. Приклад
Κραταιοὶ ἀστέρες λέγονται Κρόνος, Ζεύς, ῎Αρης. ζῴδιον κραταιὸν καλεῖται ἑκάστης γενέσεως τὸ δέκατον καὶ ἔννατον ἀπὸ Σελήνης, τουτέστι τὸ δεξιὸν τετράγωνον καὶ τρίγωνον. Приклад
Τὸ πρῶτον τρίγωνον καὶ τετράγωνον καὶ ἑξάγωνον λέγεται τὰ εὐώνυμα † ἑξῆς ἡ Σελήνη πρῶτον συνάπτει τινὶ τῶν ἀστέρων. Приклад
11/ ᾿Επιδέκατον λέγεται τὸ δεξιὸν τετράγωνον. Приклад
Φωσφορίαι λέγονται ἐπὰν ἀποσπάσῃ ἡ Σελήνη τοῦ ῾Ηλίου μοίρας ιεʹ καὶ ἀνατείλῃ. Приклад
Τῶν μὲν ἐπαναφορῶν ὁ δεύτερος τόπος, τῶν δʹ ἀποκλιμάτων ὁ Ϛʹ ἀμείνους διὰ τὸ τρίγωνον εἶναι τὸ μεσουράνημα. Приклад
῾Ομοίως δὲ καὶ ἐπὶ τῶν ἀστέρων φωσφορίαι λέγονται. Приклад
12/ ῞Οταν ὁ Ζεὺς καὶ ὁ Κρόνος συνοδεύωσιν ἐπὶ τοῦ ῾Υδροχόου, ἔσται τις † σαρηκ(ὴ) ἐπισημασία ὀχληρὰ κατὰ τὰ βόρεια κλίματα τὰ συνεγγίζοντα τῇ καθ’ ἡμᾶς θαλάσσῃ. Приклад
Τὸ μὲν οὖν μεσουράνημα καὶ τὰ ἴδια κέντρα δίδωσι τὴν περίκτησιν, τὴν δὲ ποιότητα τῆς περικτήσεως οἱ ἐν τοῖς ἀποκλίμασι δηλοῦσιν· οἷον Ζεὺς μεσουρανῶν, ῎Αρης ἐν τῷ Ϛʹ, ἡ μὲν περίκτησις ἐκ τοῦ Διός, ἡ δὲ ποιότης ἀπὸ ῎Αρεος, οἷον διὰ στρατιωτικῶν <προσώπων>· αἴτιος μὲν ὁ Ζεύς, τὸ δὲ ποῖον ὁ ῎Αρης τοῦ διὰ τοιούτων προσώπων. Приклад
13/ Δυνατώτεροι δέ εἰσιν οἱ κακοποιοὶ ἐν τοῖς ἀποκλίμασιν, ἐὰν παρὰ τῷ κέντρῳ ἐπίκειταί τις· τὰ γὰρ αἴτια τῆς κακίας δι’ αὐτῶν ἔσται, καὶ μάλιστα ἐὰν ὦσιν ἐν τῷ Ϛʹ· οἱ δὲ ἀχρημάτιστοι τῶν ἀποκλινόντων ἀστέρων διὰ πάντων ἀνενεργότεροί εἰσιν. Приклад
Πολλάκις γίνεται ἡ τύχη δαίμων· ὅταν γὰρ τὸ αἱρετικὸν φῶς εἰς παραιρέτου ᾖ ὅρια ἢ κατὰ τὸ ἄρρεν καὶ θῆλυ, οἷον ἡμέρας μὲν ῞Ηλιος θηλυκῷ ζῳδίῳ, νυκτὸς δὲ Σελήνη ἀρσενικῷ· καὶ ὅταν τὸ αἱρετικὸν φῶς μὴ ᾖ ἀπηλιωτικὸν ἐν τῷ αἱρετικῷ ἡμισφαιρίῳ. ἐὰν δὲ ἄμφω τὰ φῶτα ἐν τῷ ὑπὸ γῆν τύχῃ ἡμισφαιρίῳ καὶ τὰ ἄλλα ἀνοικείως ἔχωσι ἀπὸ τοῦ καθυπερτεροῦντος ἤτοι προηγουμένου φωτός, ἐπὶ τὸ ἑπόμενον ἡ τύχη λαμβάνεται. Приклад
14/ ῞Οτι οἱ τριγωνισμοὶ φιλικώτεροί εἰσιν, κἂν ὦσι κακοποιοί, ἧττον βλάπτουσιν· οἱ δὲ τετράγωνοι μεγίστας ἔχουσι δυνάμεις, οἱ δὲ ἑξάγωνοι ἀνειμένας. αἱ δὲ διαμετρήσεις τῶν μὲν ἀγαθοποιῶν ἀντιζηλίας ἔχουσι, τῶν δὲ κακοποιῶν δυνατώτερα γίνονται τὰ κακά. ἔτι δὲ καὶ ἐὰν ἐπίκεντροι ὦσιν, αἱ συμπαρουσίαι τῶν μὲν ἀγαθοποιῶν χαιρόντων ἐν αὐταῖς ἄρισται, τῶν δὲ κακοποιῶν πραΰνονται αἱ κακίαι. Приклад
15/ ῞Οτι κρείττονες αἱ διαμετρήσεις αὖται· Σελήνη Ταύρῳ ῎Αρης Σκορπίῳ, ῞Ηλιος Λέοντι Κρόνος ῾Υδροχόῳ, Ζεὺς Αἰγοκέρωτι † Κρόνος Ζυγῷ, διὰ τὸ οἰκείως εἶναι τοὺς θεοὺς καὶ ἰδιοθρονεῖν· γίνονται γὰρ ἀρχικοὶ τότε. Приклад
τὸ δ’ ἐνάλλαξ κάκιστον σχῆμα καὶ καθόλου ἐναντιούμενον τοῖς ἰδίοις ὁρίοις τὴν καθυπερτέρησιν καὶ διαμέτρησιν ἔχειν τοῦ ἐναντίως ἔχοντος. πολλάκις δὲ τὰς διαμετρήσεις κωλύει τὸ τῆς γῆς κύρτωμα καὶ ἀδικεῖ, οἷον Παρθένῳ, ᾿Ιχθύσι· πλὴν Ζεὺς καὶ Κρόνος οὐκ ἀδικοῦνται ὑπὸ τοῦ κυρτώματος τῆς γῆς. Приклад
οὐδὲ Σελήνη Ταύρῳ καὶ ῎Αρης Σκορπίῳ οὐδ’ οὗτοι. οἱ δ’ ἄλλοι πάντες ἐν τοῖς διαμέτροις ὄντες ἀθεώρητοί εἰσιν ἀλλήλων διὰ τὸ τῆς γῆς κύρτωμα. Приклад
16/ ῞Οτι ἐφ’ ὧν ἐστιν ἡ Σελήνη ὁρίων, οἰκοδεσπότης ποιεῖται, ὅταν τύχῃ ὁ τῶν ὁρίων κύριος ἐν ἰδίῳ ζῳδίῳ ἢ μοίρᾳ μαρτυρῶν τὴν Σελήνην. ἀφ’ ὧν φέρεται, ἀπόρροιαν ποιεῖται, εἰς ἃς δὲ ἐπιτρέχει μοίρας, τούτοις συνάπτει. Приклад
ἐὰν δὲ ὁ κύριος ἐπιτρέχῃ μοίραις τῶν ὁρίων <καὶ> Σελήνη συμπαρῇ αὐτῷ κατὰ τὰ αὐτὰ ὅρια, εἰ δὲ Σελήνη αὐτῷ συνάπτει, κυρία ἔσται ἡ συναφή· ὡσαύτως ἐὰν ἀπορρῇ, κυρία ἔσται ἡ ἀπόρροια. Приклад
ἐὰν δὲ μὴ οὕτως ἔχῃ, μέλλῃ δὲ συνάπτειν τινὶ τῶν ἀστέρων ἢ κατὰ σῶμα ἢ κατὰ μαρτυρίαν ἐφ’ ὧν ἡ Σελήνη μοιρῶν ἐπιβαίνει, σκοπεῖν δεῖ <εἰ> εἰς ἃ ἀπέρχεται Σελήνη ὅρια, τοῦ ἀστέρος εἰσὶν ἐκεῖνα ᾧ τὴν ἀκτῖνα ἐπέβαλεν, καὶ ἐὰν οὕτως ᾖ, λέγ(ε) † ἔχη· Приклад
εἰ δὲ μὴ τύχῃ εἰς ἃ μέλλει ὅρια ἀπέρχεσθαι ἡ Σελήνη, εἶναι αὐτὰ τὰ τοῦ ἀκτινοβοληθέντος ἀστέρος ὅρια, ἀκυρολόγητος ἔσται ἡ συναφή· τὸ δ’ αὐτὸ νοείσθω καὶ ἐπὶ τῶν ἀπορροιῶν. Приклад
17/ ῞Οτι ἡ Σελήνη χαίρει συνάπτουσα μεστὴ μὲν πρὸς τὴν τοῦ ῾Ηλίου αἵρεσιν, ἀποκρουστικὴ δὲ πρὸς τὴν ἑαυτῆς αἵρεσιν. Приклад
῞Οτι ἡ Σελήνη ὅτε μὲν ἀπὸ τῶν ἐλασσόνων ἐπὶ τὰ μέσα κινεῖται, μεσοβίους ποιεῖ· ἀπὸ δὲ τῶν μέσων ἐπὶ τὰ ἐλάσσονα ταπεινοτέρους· ἀπὸ δὲ τῶν μέσων ἐπὶ τὰ μεγάλα, εὐδαίμονας ποιεῖ· ἀπὸ δὲ τῶν μεγάλων ἐπὶ τὰ μέσα μεσοβίους. ταῦτα δὲ ἐπιτείνονται καὶ ἀνίενται πρὸς τὴν αὐξομείωσιν τοῦ φωτός· Приклад
ἀποκρούουσα γὰρ ὥσπερ τὴν δύναμιν ἀφαιρεῖται αὑτῆς. ἀλλὰ † κἂν τῶν ἀπὸ τῶν ἄλλων σχημάτων, εὐδαιμονίας ἢ ἐκπτώσεως γίνεται αἰτία· ἀμαρτύρητος δὲ ὑπὸ Διὸς ᾿Αφροδίτης καὶ κενοδρομοῦσα μετρίους, φιλερήμους ποιεῖ· εἰ δὲ καὶ ἀφαιρεῖ, ἐκπτώτους· χείρων δὲ ἐὰν ἀποκλίνωσι ἢ ὕπαυγοι ὦσιν. Приклад
18/ Σελήνη ἀπορρέουσα ῾Ερμοῦ μὲν δηλοῖ περὶ ἤθους καὶ φρονήσεως, ᾿Αφροδίτης <ποιεῖ ἡδο>νὰς καὶ τὰ τοιαῦτα, Διὸς δὲ <περὶ> θυμικῶν καὶ φρενῶν ἐκστάσεως, Κρόνου δὲ περὶ σωματικῶν ψύξεων καὶ κακώσεων νεύρων καὶ ὑγρῶν ὀχλήσεως. ἐὰν δὲ ἀπὸ ῾Ηλίου καὶ ῎Αρεος, καύσεις <ποιεῖ> καὶ ὅσα διὰ πυρὸς γίνεται. Приклад
19/ ῞Οτι δὲ τὰς τῶν ἀστέρων φάσεις ἑπομένως τῷ θείῳ Πτολεμαίῳ ἐκλαμβάνει καὶ οὐχὶ Δωροθέῳ. Приклад
῞Οτι δυναμοῦνται οἱ ἀστέρες τετράγωνοι ἢ διάμετροι ῾Ηλίῳ ὄντες, κἂν ἐν ἀχρηματίστοις ὦσι τόποις. Приклад
῞Οτι ὁ Κρόνος ὅσα δ’ ἂν χαρίσηται, οὐδεὶς ἄλλος δύναται ἀστὴρ ἀφαιρῆσαι. Приклад
῞Οτι ἡ Σελήνη μεστὴ μὲν πρὸς ῎Αρη, ἀποκρουστικὴ δὲ πρὸς Κρόνον, τετράγωνος ἢ διάμετρος καὶ μάλιστα ἐπίκεντρος, συμφορὰς ποιεῖ καὶ ἐκπτώσεις. Приклад
20/ ῞Οτι ἐάν τις τῶν ἀστέρων τύχῃ ἐν ταῖς πρώταις τοῦ ζῳδίου τρισὶ μοίραις, τὴν δύναμιν ἔχει εἰς τὸ ὄπισθεν ζῴδιον, ὥσπερ πάλιν ἐὰν ἐν ταῖς ὑστάταις τοῦ ζῳδίου τρισὶ μοίραις τύχῃ τις τῶν ἀστέρων, εἰς τὸ ἑξῆς ζῴδιον τὴν δύναμιν ἔχει τῶν ἀποτελεσμάτων· μάλιστα δὲ τοῦτο γίνεται ἐπὶ Σελήνης καὶ ῾Ηλίου. ἐὰν ἐπὶ τοῦ τμήματος τῶν δύο ζῳδίων τις τύχῃ, δυνατώτερός ἐστι καὶ ἀμέτρητος περὶ τὰς ἐνεργείας. Приклад
21/ ῞Οτι ὁ μὲν ὡροσκόπος καὶ οἱ ἐν τῷ ἀπηλιώτῃ καὶ οἱ ἑῷοι ἀνατολικοὶ σημαίνουσι τὰ τῆς ἀκμῆς τῆς ἡλικίας. τὸ δὲ μεσουράνημα καὶ οἱ ἑῷοι ἀνατολικοὶ καὶ οἱ ἐν τῷ αʹ ἑξαγώνῳ δηλοῦσι τὴν νεότητα, μέρος δ’ ἔτι καὶ τῆς ἀκμῆς διὰ τὸ κέντρον. Приклад
τὸ δὲ δῦνον καὶ οἱ ἑσπέριοι ἀνατολικοὶ καὶ οἱ † ἑξάγωνοι καὶ οἱ ἐπαναφερόμενοι δηλοῦσι τὴν μεσότητα, μέρος δ’ ἔτι καὶ τῆς νεότητος διὰ τὸ κέντρον. τὸ δὲ ὑπὸ γῆν καὶ οἱ ἑσπέριοι ἀνατολικοὶ καὶ οἱ ἐπὶ τοῦ βʹ ἑξαγώνῳ <καὶ> οἱ ἐπαναφερόμενοι σημαίνουσι τὸ γῆρας, μέρος δ’ ἔτι καὶ τῆς νεότητος καὶ μεσότητος διὰ τὸ κέντρον. Приклад
22/ Οἱ δὲ ὕπαυγοι αὐτοὶ μὲν ἀσθενεῖς· ὁ δὲ ῞Ηλιος τὴν αὐτῶν δύναμιν ἀναλαβὼν τὰς ἐνεργείας αὐτῶν ἐν οἰκείοις χρόνοις ἀποδίδωσι ἤτοι ἀγαθὰς Διὶ ᾿Αφροδίτῃ ἢ κακὰς ῎Αρει Κρόνῳ, ἐάνπερ ἐν χρηματιστικοῖς ὦσιν ζῳδίοις· Приклад
εἰ δὲ συνοδικοί, δυναμοῦνταί πως διὰ τὴν τοῦ φωτὸς τοῦ ῾Ηλίου μετουσίαν, τὰς δὲ ἐνεργείας ἐν τοῖς ὑστέροις χρόνοις ἀποδιδόασιν, ἐὰν ὦσιν ἐν χρηματιστικοῖς. μάλιστα δὲ ὁ ῾Ερμῆς χαίρει συνοδικὸς ὢν καὶ ἐνεργὴς γίνεται· οἱ δ’ ἀκρόνυχοι δυνατώτεροί εἰσιν μάλιστα νυκτὸς διὰ τὸ ὑπὲρ γῆν εἶναι. Приклад
23/ ᾿Αμφόριστοι ἀστέρες εἰσὶν ὅσοι τῷ μὲν ῾Ηλίῳ εἰσὶν ἑῷοι, τῷ δὲ ὡροσκόπῳ ἑσπέριοι. Приклад
῞Οτι χαίρουσιν οἱ ἀστέρες ἐν ἀγαθοποιῶν καὶ συναιρεσιωτῶν τόποις, ὥσπερ καὶ ἰδιοτοποῦντες· τότε γὰρ καὶ οἱ φθοροποιοὶ ἀγαθύνονται. Приклад
24/ ῞Οτι ἐπὶ ἀρσενικῶν γενέσεων ἐν ἀρσενικῷ ζῳδίῳ οἱ ἀστέρες ὄντες χαίρουσιν, ἐπὶ δὲ θηλυκῶν ἐν θηλυκοῖς. Приклад
῞Οτι οἱ ἀστέρες ἐναντιούμενοι τοῖς ἰδίοις οἴκοις κακύνονται. Приклад
25/ ῞Οτι ἐπὶ ἀρσενικῶν γενέσεων ἐν ἀρσενικῷ ζῳδίῳ οἱ ἀστέρες ὄντες χαίρουσιν, ἐπὶ δὲ θηλυκῶν ἐν θηλυκοῖς. Приклад
῞Οτι οἱ ἀστέρες ἐναντιούμενοι τοῖς ἰδίοις οἴκοις κακύνονται. Приклад
῞Οτι ἐν ταῖς τῶν χρόνων διαιρέσεσιν, ἡνίκα ποιοῦμεν τοὺς τῶν ἀστέρων περιπάτους, δεῖ γινώσκειν ὅτι αἱ κολλήσεις τῶν πλανωμένων καὶ ὡροσκοπούντων καὶ μεσουρανούντων καὶ τῶν κλήρων αἱ πρὸς αὐτοὺς γινόμεναι κατὰ τὰς κράσεις αὐτῶν μεσουρανήματος ἔχουσι τὰς ἐνεργείας, μάλιστα εἰ καὶ τὸν αὐτὸν ἄνεμον τρέχουσι ἄμφω. Приклад
26/ ῞Οτι πρὸ πάντων δεῖ ζητεῖν τὸν ἐνιαυτοκράτορα καὶ τὴν κρᾶσιν αὐτοῦ καὶ τοὺς ἐπιθεωροῦντας αὐτὸν καὶ τὴν θέσιν αὐτοῦ κατά τε πῆξιν καὶ κατὰ πάροδον καὶ πῶς ἔκειτο ἐπὶ τῆς γενέσεως. Приклад
27/ ῞Οτι δεῖ καὶ τὸν ὡροσκόπον τοῦ ἐνιαυτοῦ ἀκριβῶς στῆσαι ἐν τῇ ἀντιγενέσει καὶ τοὺς θεωροῦντας αὐτόν τε καὶ τὸν κύριον αὐτοῦ κατά τε πῆξιν καὶ κατὰ πάροδον. Приклад
῞Οτι οἱ πλανῆται ἰδιοθρονοῦντες χαίρουσι, κἂν ὕπαυγοι ὦσιν· ἐπαυξοῦσι γὰρ οἱ μὲν ἀγαθοποιοὶ τὰ ἀγαθά, οἱ δὲ κακοποιοὶ μεταβάλλονται εἰς ἀγαθοποιΐαν. Приклад
28/ ...῞Οτι χαίρουσιν οἱ ἀστέρες, ὁ μὲν Κρόνος καὶ Ζεὺς καὶ ῎Αρης ἑῷοι ὄντες καὶ συσχηματιζόμενοι, Σελήνη δὲ καὶ ᾿Αφροδίτη ἑπόμεναι καὶ ἑσπέριαι· ἔτι δὲ Κρόνος μὲν καὶ Ζεὺς καὶ ῎Αρης χαίρουσι συσχηματιζόμενοι ἐν τοῖς ἑῷοις τεταρτημορίοις τοῦ ζῳδιακοῦ, Σελήνη δὲ καὶ ᾿Αφροδίτη ἐν τοῖς ἐναλλάξ· Приклад
καὶ οἱ μὲν ἡμερινοὶ δι’ ἡμέρας ὑπέργειοι χαίρουσιν, οἱ δὲ νυκτερινοὶ ὑπόγειοι· καὶ ἔμπαλιν οἱ μὲν ἡμερινοὶ διὰ νυκτὸς ὑπόγειοι χαίρουσιν, οἱ δὲ νυκτερινοὶ ὑπέργειοι. ὁ δὲ ῾Ερμῆς διὰ τὸ κοινὸν εἶναι πρὸς τὴν αἵρεσιν εἴωθε καὶ μεταβάλλεσθαι. Приклад
29/ ῞Οτι ὁ ὡροσκόπος δηλοῖ τὴν πρώτην ἡλικίαν καὶ τούτου ὁ μὲν ιβʹ τὰ πρὸ τῆς ἐκτέξεως, ὁ δὲ δεύτερος τὰ ἔσχατα τῆς πρώτης ἡλικίας, αὐτὸς δὲ ὁ ὡροσκόπος τὴν μέσην τῆς πρώτης ἡλικίας. τὸ δὲ μεσουράνημα δηλοῖ τὴν μέσην τῆς ὅλης ζωῆς ἡλικίαν· Приклад
καὶ ταύτης ὁ μὲν θʹ τὰ πρῶτα τῆς μέσης, ὁ δὲ ιʹ τὰ μέσα τῆς μέσης, ὁ δὲ ιαʹ τὰ ἔσχατα τῆς μέσης. τὸ δὲ δῦνον δηλοῖ τὴν ὑστάτην ἡλικίαν τῆς ζωῆς ἀλλ’ ὁ μὲν Ϛʹ τὰς ἀρχὰς τῆς ὑστάτης, ὁ δὲ ζʹ τὰ μέσα τῆς ὑστάτης, ὁ δὲ ηʹ τὰ ὕστατα τῆς ὑστάτης· διὸ καὶ θανατικὸς καλεῖται. Приклад
τὸ δὲ ὑπόγειον αὐτὸν τὸν θάνατον καὶ τούτου ὁ μὲν γʹ τὰ πρὸ τοῦ θανάτου, ὁ δὲ τέταρτος αὐτὸν τὸν θάνατον, ὁ δὲ εʹ τὰ μετὰ θάνατον. Приклад
30/ ῞Οτι οὐ δοκιμάζουσιν οἱ ἀστρολόγοι εἰς οἰκοδεσποτείας ἐπικράτησιν τόν τε ὕπαυγον καὶ τὸν ἀπεστραμμένον καὶ τὸν ἀφαιρέτην καὶ τὸν ταπεινούμενον καὶ τὸν ἐναντιούμενον καὶ ἁπλῶς τὸν κακὴν φαῦσιν ἔχοντα. Поки немає
Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад
Приклад Приклад