Βίοι Παράλληλοι/Σύγκρισις Ευμένους και Σερτωρίου

Από Βικιθήκη
Ευμενούς και Σερτωρίου Σύγκρισις
Συγγραφέας:
Βίοι Παράλληλοι


[1] Ταῦτ' ἔστιν ἃ περὶ Εὐμενοῦς καὶ Σερτωρίου μνήμης ἄξια παρειλήφαμεν. ἐν δὲ τῇ συγκρίσει κοινὸν μὲν ἀμφοτέροις ὑπάρχει τὸ ξένους καὶ ἀλλοδαποὺς καὶ φυγάδας ὄντας ἐθνῶν τε παντοδαπῶν καὶ στρατευμάτων μαχίμων τε καὶ μεγάλων δυνάμεων ἡγουμένους διατελεῖν· ἴδιον δὲ Σερτωρίῳ μὲν τὸ παρὰ πάντων τῶν συμμάχων δεδομένην ἔχειν διὰ τὸ ἀξίωμα τὴν ἀρχήν, Εὐμενεῖ δὲ τὸ πολλῶν διαφερομένων περὶ τῆς ἡγεμονίας πρὸς αὐτὸν ἐκ τῶν πράξεων λαμβάνειν τὸ πρωτεῖον· τῷ μὲν γὰρ ἄρχεσθαι βουλόμενοι δικαίως εἵποντο, τῷ δ' ἄρχειν μὴ δυνάμενοι πρὸς τὸ συμφέρον ὑπήκουον. καὶ γὰρ ὁ μὲν Ἰβήρων καὶ Λυσιτανῶν Ῥωμαῖος, ὁ δὲ Χερρονησίτης Μακεδόνων ἦρχεν, ὧν οἱ μὲν ἔκπαλαι Ῥωμαίοις ἐδούλευον, οἱ δὲ τότε πάντας ἀνθρώπους ἐδουλοῦντο. καὶ Σερτώριος μὲν ἀπὸ βουλῆς καὶ στρατηγίας θαυμαζόμενος, Εὐμενὴς δὲ διὰ τὴν γραμματείαν καταφρονούμενος, ἐφ' ἡγεμονίαν προῆλθεν. οὐ μόνον τοίνυν ἐλάττοσι πρὸς τὴν ἀρχὴν ἀφορμαῖς, ἀλλὰ καὶ μείζοσι πρὸς τὴν αὔξησιν ἐχρήσατο κωλύμασιν Εὐμενής. καὶ γὰρ ἄντικρυς τοὺς ἐνισταμένους καὶ κρύφα τοὺς ἐπιβουλεύοντας εἶχε πολλούς, οὐχ ὥσπερ τῷ ἑτέρῳ φανερῶς μὲν οὐδείς, λάθρα δ' ὕστερον καὶ ὀλίγοι τῶν συμμάχων ἐπανέστησαν. διὸ τῷ μὲν ἦν πέρας τοῦ κινδυνεύειν τὸ νικᾶν τοὺς πολεμίους, τῷ δ' ἐκ τοῦ νικᾶν ὁ κίνδυνος ὑπὸ τῶν φθονούντων.


[2] Τὰ μὲν οὖν κατὰ τὴν στρατηγίαν ἐφάμιλλα καὶ παράλληλα· τῷ δ' ἄλλῳ τρόπῳ φιλοπόλεμος μὲν ὁ Εὐμενὴς καὶ φιλόνικος, ἡσυχίας δὲ καὶ πρᾳότητος οἰκεῖος ὁ Σερτώριος. ὁ μὲν γάρ, ἀσφαλῶς καὶ μετὰ τιμῆς βιοῦν ἐξὸν ἐκποδὼν γενομένῳ, τοῖς πρώτοις μαχόμενος καὶ κινδυνεύων διετέλεσε, τῷ δ' οὐδὲν δεομένῳ πραγμάτων ὑπὲρ αὐτῆς τῆς τοῦ σώματος ἀσφαλείας πρὸς οὐκ ἐῶντας εἰρήνην ἄγειν ἦν ὁ πόλεμος. Εὐμενεῖ μὲν γὰρ Ἀντίγονος ἐκστάντι τῶν ὑπὲρ τοῦ πρωτεύειν ἀγώνων ἡδέως ἂν ἐχρῆτο, τὴν μετ' αὐτὸν ἀγαπῶντι τάξιν· Σερτωρίῳ δ' οἱ περὶ Πομπήϊον οὐδὲ ζῆν ἀπραγμόνως ἐπέτρεπον. διὸ τῷ μὲν ἑκοντὶ συνέβαινε πολεμεῖν ἐπ' ἀρχῇ, τῷ δ' ἀκουσίως ἄρχειν διὰ τὸ πολεμεῖσθαι. φιλοπόλεμος μὲν οὖν ὁ τῆς ἀσφαλείας τὴν πλεονεξίαν προτιμῶν, πολεμικὸς δ' ὁ τῷ πολέμῳ κτώμενος τὴν ἀσφάλειαν. καὶ μὴν ἀποθανεῖν γε συνέβη τῷ μὲν οὐ προαισθομένῳ, τῷ δὲ καὶ προσδεχομένῳ τὴν τελευτήν· ὧν τὸ μὲν ἐπιεικείας, φίλοις γὰρ ἐδόκει πιστεύειν, τὸ δ' ἀσθενείας, βουλόμενος γὰρ φυγεῖν συνελήφθη. καὶ τοῦ μὲν οὐ κατῄσχυνε τὸν βίον ὁ θάνατος, πάσχοντος ὑπὸ τῶν συμμάχων ἃ τῶν πολεμίων αὐτὸν οὐδεὶς ἐποίησεν· ὁ δὲ φεύγειν μὲν πρὸ αἰχμαλωσίας μὴ δυνηθείς, ζῆν δὲ μετ' αἰχμαλωσίαν βουληθείς, οὔτ' ἐφυλάξατο καλῶς τὴν τελευτὴν οὔθ' ὑπέμεινεν, ἀλλὰ προσλιπαρῶν καὶ δεόμενος, τοῦ σώματος μόνου κρατεῖν δοκοῦντα τὸν πολέμιον καὶ τῆς ψυχῆς αὑτοῦ κύριον ἐποίησεν.